ἈΡΙΣΤΟΤΕΛΟΥΣ: Ἠθικά Νικομάχεια (Β 1, 1-3) (ΚΡΙΤΗΡΙΟΝ ΑΞΙΟΛΟΓΗΣΕΩΣ)



 
Ενότητα 1η
(Β 1, 1-3)
Διανοητική και ηθική αρετή. 
Ταιριάζει στη φύση μας η ηθική αρετή;



ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν

 
ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ
ΑΡΙΣΤΟΤΕΛΗΣ - ΗΘΙΚΑ ΝΙΚΟΜΑΧΕΙΑ Ενότητα 1η (Β 1, 1-3) - Διανοητική και ηθική

Διττῆς δὴ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς, ἡ μὲν διανοητικὴ τὸ πλεῖον ἐκ διδασκαλίας ἔχει καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν, διόπερ ἐμπειρίας δεῖται καὶ χρόνου, ἡ δ’ ἠθικὴ ἐξ ἔθους περιγίνεται, ὅθεν καὶ τοὔνομα ἔσχηκε μικρὸν παρεκκλῖνον ἀπὸ τοῦ ἔθους. Ἐξ οὗ καὶ δῆλον ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν ἐγγίνεται· οὐθὲν γὰρ τῶν φύσει ὄντων ἄλλως ἐθίζεται, οἷον ὁ λίθος φύσει κάτω φερόμενος οὐκ ἂν ἐθισθείη ἄνω φέρεσθαι, οὐδ’ ἂν μυριάκις αὐτὸν ἐθίζῃ τις ἄνω ῥιπτῶν, οὐδὲ τὸ πῦρ κάτω, οὐδ’ ἄλλο οὐδὲν τῶν ἄλλως πεφυκότων ἄλλως ἂν ἐθισθείη. Οὔτ’ ἄρα φύσει οὔτε παρὰ φύσιν ἐγγίνονται αἱ ἀρεταί, ἀλλὰ πεφυκόσι μὲν ἡμῖν δέξασθαι αὐτάς, τελειουμένοις δὲ διὰ τοῦ ἔθους.


ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡ. ΚΑΤ. - ΔΙΑΓΩΝΙΣΜΑ V (ΠΑΝΕΛΛΗΝΙΕΣ 2016)



ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΟΜΑΔΑΣ
ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ
ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ
5ο ΔΙΑΓΩΝΙΣΜΑ - ΘΕΜΑΤΑ

 
ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ
CLASSICAL PLATE WITH ACHILLES AND HECTOR



Διδαγμένο κείμενο
Ἀριστοτέλους Ἠθικὰ Νικομάχεια Β6, 1-8
Δεῖ δὲ μὴ μόνον οὕτως εἰπεῖν, ὅτι ἕξις, ἀλλὰ καὶ ποία τις. Ῥητέον οὖν ὅτι πᾶσα ἀρετή, οὗ ἂν ᾖ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδίδωσιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ τόν τε ὀφθαλμὸν σπουδαῖον ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν. Ὁμοίως ἡ τοῦ ἵππου ἀρετὴ ἵππον τε σπουδαῖον ποιεῖ καὶ ἀγαθὸν δραμεῖν καὶ ἐνεγκεῖν τὸν ἐπιβάτην καὶ μεῖναι τοὺς πολεμίους. Εἰ δὴ τοῦτ᾽ ἐπὶ πάντων οὕτως ἔχει, καὶ ἡ τοῦ ἀνθρώπου ἀρετὴ εἴη ἂν ἡ ἕξις ἀφ᾽ ἧς ἀγαθὸς ἄνθρωπος γίνεται καὶ ἀφ᾽ ἧς εὖ τὸ ἑαυτοῦ ἔργον ἀποδώσει. Πῶς δὲ τοῦτ᾽ ἔσται,< ὧδ᾽ ἔσται φανερόν, ἐὰν θεωρήσωμεν ποία τίς ἐστιν ἡ φύσις αὐτῆς.
Ἐν παντὶ δὴ συνεχεῖ καὶ διαιρετῷ ἔστι λαβεῖν τὸ μὲν πλεῖον τὸ δ᾽ ἔλαττον τὸ δ᾽ ἴσον, καὶ ταῦτα ἢ κατ᾽ αὐτὸ τὸ πρᾶγμα ἢ πρὸς ἡμᾶς.... Λέγω δὲ τοῦ μὲν πράγματος μέσον τὸ ἴσον ἀπέχον ἀφ᾽ ἑκατέρου τῶν ἄκρων, ὅπερ ἐστὶν ἓν καὶ τὸ αὐτὸ πᾶσιν, πρὸς ἡμᾶς δὲ ὃ μήτε πλεονάζει μήτε ἐλλείπει· τοῦτο δ᾽ οὐχ ἕν, οὐδὲ ταὐτὸν πᾶσιν.



ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡ. ΚΑΤ. - ΔΙΑΓΩΝΙΣΜΑ IV (ΠΑΝΕΛΛΗΝΙΕΣ 2016)




ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΟΜΑΔΑΣ
ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ
ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ
4ο ΔΙΑΓΩΝΙΣΜΑ - ΘΕΜΑΤΑ

Των
Σιούτη Αθανασία,
Σιταρά Φωτεινή,
Μπρούσαλη Γεώργιο

ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ
Greek Pottery Shop CLASSICAL PLATE WITH PEGASUS FREE DESIGNED PLATES


Διδαγμένο κείμενο
α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2

Σῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία τις, σχεδὸν πρώτη σκέψις περὶ πόλεως ἰδεῖν, τί ποτέ ἐστιν ἡ πόλις. Νῦν γὰρ ἀμφισβητοῦσιν, οἱ μὲν φάσκοντες τὴν πόλιν πεπραχέναι τὴν πρᾶξιν, οἱ δ’ οὐ τὴν πόλιν ἀλλὰ τὴν ὀλιγαρχίαν ἢ τὸν τύραννον· τοῦ δὲ πολιτικοῦ καὶ τοῦ νομοθέτου πᾶσαν ὁρῶμεν τὴν πραγματείαν οὖσαν περὶ πόλιν, ἡ δὲ πολιτεία τῶν τὴν πόλιν οἰκούντων ἐστὶ τάξις τις. Ἐπεὶ δ’ ἡ πόλις τῶν συγκειμένων, καθάπερ ἄλλο τι τῶν ὅλων μὲν συνεστώτων δ’ ἐκ πολλῶν μορίων, δῆλον ὅτι πρότερον ὁ πολίτης ζητητέος· ἡ γὰρ πόλις πολιτῶν τι πλῆθός ἐστιν. Ὥστε τίνα χρὴ καλεῖν πολίτην καὶ τίς ὁ πολίτης ἐστὶ σκεπτέον. Καὶ γὰρ ὁ πολίτης ἀμφισβητεῖται πολλάκις· οὐ γὰρ τὸν αὐτὸν ὁμολογοῦσι πάντες εἶναι πολίτην· ἔστι γάρ τις ὃς ἐν δημοκρατίᾳ πολίτης ὢν ἐν ὀλιγαρχίᾳ πολλάκις οὐκ ἔστι πολίτης.



ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡ. ΚΑΤ. - ΔΙΑΓΩΝΙΣΜΑ III (ΠΑΝΕΛΛΗΝΙΕΣ 2016)




ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΟΜΑΔΑΣ
ΠΡΟΣΑΝΑΣΟΛΙΣΜΟΥ
ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ
3ο ΔΙΑΓΩΝΙΣΜΑ - ΘΕΜΑΤΑ


 
ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ
Black-figure neck amphora, Greek, 520–510 BC, from Vulci, Italy, GR 1836,0224.106 (Vase B224), © The Trustees of the British Museum (2013). All rights reserved




Διδαγμένο κείμενο
Ἀριστοτέλους Ἠθικὰ Νικομάχεια Β6, 10-16


Οἷον καὶ φοβηθῆναι καὶ θαρρῆσαι καὶ ἐπιθυμῆσαι καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι καὶ ὅλως ἡσθῆναι καὶ λυπηθῆναι ἔστι καὶ μᾶλλον καὶ ἧττον, καὶ ἀμφότερα οὐκ εὖ· τὸ δ' ὅτε δεῖ καὶ ἐφ' οἷς καὶ πρὸς οὓς καὶ οὗ ἕνεκα καὶ ὡς δεῖ, μέσον τε καὶ ἄριστον, ὅπερ ἐστὶ τῆς ἀρετῆς. Ὁμοίως δὲ καὶ περὶ τὰς πράξεις ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ τὸ μέσον. Ἡ δ' ἀρετὴ περὶ πάθη καὶ πράξεις ἐστίν, ἐν οἷς ἡ μὲν ὑπερβολὴ ἁμαρτάνεται καὶ ψέγεται καὶ ἡ ἔλλειψις, τὸ δὲ μέσον ἐπαινεῖται καὶ κατορθοῦται· ταῦτα δ' ἄμφω τῆς ἀρετῆς. Μεσότης τις ἄρα ἐστὶν ἡ ἀρετή, στοχαστική γε οὖσα τοῦ μέσου.
Ἔτι τὸ μὲν ἁμαρτάνειν πολλαχῶς ἔστιν (τὸ γὰρ κακὸν τοῦ ἀπείρου, ὡς οἱ Πυθαγόρειοι εἴκαζον, τὸ δ' ἀγαθὸν τοῦ πεπερασμένου), τὸ δὲ κατορθοῦν μοναχῶς (διὸ καὶ τὸ μὲν ῥᾴδιον τὸ δὲ χαλεπόν, ῥᾴδιον μὲν τὸ ἀποτυχεῖν τοῦ σκοποῦ, χαλεπὸν δὲ τὸ ἐπιτυχεῖν)· καὶ διὰ ταῦτ' οὖν τῆς μὲν κακίας ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις, τῆς δ' ἀρετῆς ἡ μεσότης·
ἐσθλοὶ μὲν γὰρ ἁπλῶς, παντοδαπῶς δὲ κακοί.
Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῆ πρὸς ἡμᾶς, ὡρισμένη λόγῳ καὶ ᾧ ἂν ὁ φρόνιμος ὁρίσειεν. Μεσότης δὲ δύο κακιῶν, τῆς μὲν καθ' ὑπερβολὴν τῆς δὲ κατ' ἔλλειψιν· καὶ ἔτι τῷ τὰς μὲν ἐλλείπειν τὰς δ' ὑπερβάλλειν τοῦ δέοντος ἔν τε τοῖς πάθεσι καὶ ἐν ταῖς πράξεσι, τὴν δ' ἀρετὴν τὸ μέσον καὶ εὑρίσκειν καὶ αἱρεῖσθαι.



ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡ. ΚΑΤ. - ΔΙΑΓΩΝΙΣΜΑ II (ΠΑΝΕΛΛΗΝΙΕΣ 2016)







ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ


2ο ΔΙΑΓΩΝΙΣΜΑ - ΘΕΜΑΤΑ


Πολιτεία 519Β-520Α



Διδαγμένο κείμενο

Πλάτωνος Πολιτεία 519Β-520Α
Ἡμέτερον δὴ ἔργον, ἦν δ’ ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας φύσεις ἀναγκάσαι ἀφικέσθαι πρὸς τὸ μάθημα ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τε τὸ ἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν, καὶ ἐπειδὰν ἀναβάντες ἱκανῶς ἴδωσι, μὴ ἐπιτρέπειν αὐτοῖς ὃ νῦν ἐπιτρέπεται.
Σὸ ποῖον δή;
Σὸ αὐτοῦ, ἦν δ’ ἐγώ, καταμένειν καὶ μὴ ἐθέλειν πάλιν καταβαίνειν παρ’ ἐκείνους τοὺς δεσμώτας μηδὲ μετέχειν τῶν παρ’ ἐκείνοις πόνων τε καὶ τιμῶν, εἴτε φαυλότεραι εἴτε σπουδαιότεραι.
Ἔπειτ’, ἔφη, ἀδικήσομεν αὐτούς, καὶ ποιήσομεν χεῖρον ζῆν, δυνατὸν αὐτοῖς ὂν ἄμεινον;
Ἐπελάθου, ἦν δ’ ἐγώ, πάλιν, ὦ φίλε, ὅτι νόμῳ οὐ τοῦτο μέλει, ὅπως ἕν τι γένος ἐν πόλει διαφερόντως εὖ πράξει, ἀλλ’ ἐν ὅλῃ τῇ πόλει τοῦτο μηχανᾶται ἐγγενέσθαι, συναρμόττων τοὺς πολίτας πειθοῖ τε καὶ ἀνάγκῃ, ποιῶν μεταδιδόναι ἀλλήλοις τῆς ὠφελίας ἣν ἂν ἕκαστοι τὸ κοινὸν δυνατοὶ ὦσιν ὠφελεῖν καὶ αὐτὸς ἐμποιῶν τοιούτους ἄνδρας ἐν τῇ πόλει, οὐχ ἵνα ἀφιῇ τρέπεσθαι ὅπῃ ἕκαστος βούλεται, ἀλλ’ ἵνα καταχρῆται αὐτὸς αὐτοῖς ἐπὶ τὸν σύνδεσμον τῆς πόλεως.
Ἀληθῆ, ἔφη· ἐπελαθόμην γάρ.
Σκέψαι τοίνυν, εἶπον, ὦ Γλαύκων, ὅτι οὐδ’ ἀδικήσομεν τοὺς παρ’ ἡμῖν φιλοσόφους γιγνομένους, ἀλλὰ δίκαια πρὸς αὐτοὺς ἐροῦμεν, προσαναγκάζοντες τῶν ἄλλων ἐπιμελεῖσθαί τε καὶ φυλάττειν.



ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡ. ΚΑΤ. - ΔΙΑΓΩΝΙΣΜΑ I (ΠΑΝΕΛΛΗΝΙΕΣ 2016)





ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ
1ο ΔΙΑΓΩΝΙΣΜΑ - ΘΕΜΑΤΑ





Διδαγμένο κείμενο

Πλάτωνος Πρωταγόρας 323Α-Ε

Ἵνα δὲ μὴ οἴῃ ἀπατᾶσθαι ὡς τῷ ὄντι ἡγοῦνται πάντες ἄνθρωποι πάντα ἄνδρα μετέχειν δικαιοσύνης τε καὶ τῆς ἄλλης πολιτικῆς ἀρετῆς, τόδε αὖ λαβὲ τεκμήριον. Ἐν γὰρ ταῖς ἄλλαις ἀρεταῖς, ὥσπερ σὺ λέγεις, ἐάν τις φῇ ἀγαθὸς αὐλητὴς εἶναι, ἢ ἄλλην ἡντινοῦν τέχνην ἣν μή ἐστιν, ἢ καταγελῶσιν ἢ χαλεπαίνουσιν, καὶ οἱ οἰκεῖοι προσιόντες νουθετοῦσιν ὡς μαινόμενον· ἐν δὲ δικαιοσύνῃ καὶ ἐν τῇ ἄλλῃ πολιτικῇ ἀρετῇ, ἐάν τινα καὶ εἰδῶσιν ὅτι ἄδικός ἐστιν, ἐὰν οὗτος αὐτὸς καθ’ αὑτοῦ τἀληθῆ λέγῃ ἐναντίον πολλῶν, ὃ ἐκεῖ σωφροσύνην ἡγοῦντο εἶναι, τἀληθῆ λέγειν, ἐνταῦθα μανίαν, καί φασιν πάντας δεῖν φάναι εἶναι δικαίους, ἐάντε ὦσιν ἐάντε μή, ἢ μαίνεσθαι τὸν μὴ προσποιούμενον *δικαιοσύνην+· ὡς ἀναγκαῖον οὐδένα ὅντιν’ οὐχὶ ἁμῶς γέ πως μετέχειν αὐτῆς, ἢ μὴ εἶναι ἐν ἀνθρώποις. Ὅτι μὲν οὖν πάντ’ ἄνδρα εἰκότως ἀποδέχονται περὶ ταύτης τῆς ἀρετῆς σύμβουλον διὰ τὸ ἡγεῖσθαι παντὶ μετεῖναι αὐτῆς, ταῦτα λέγω· ὅτι δὲ αὐτὴν οὐ φύσει ἡγοῦνται εἶναι οὐδ’ ἀπὸ τοῦ αὐτομάτου, ἀλλὰ διδακτόν τε καὶ ἐξ ἐπιμελείας παραγίγνεσθαι ᾧ ἂν παραγίγνηται, τοῦτό σοι μετὰ τοῦτο πειράσομαι ἀποδεῖξαι. Ὅσα γὰρ ἡγοῦνται ἀλλήλους κακὰ ἔχειν ἄνθρωποι φύσει ἢ τύχῃ, οῦδεὶς θυμοῦται οὐδὲ νουθετεῖ οὐδὲ διδάσκει οὐδὲ κολάζει τοὺς ταῦτα ἔχοντας, ἵνα μὴ τοιοῦτοι ὦσιν, ἀλλ’ ἐλεοῦσιν· οἷον τοὺς αἰσχροὺς ἢ σμικροὺς ἢ ἀσθενεῖς τίς οὕτως ἀνόητος ὥστε τι τούτων ἐπιχειρεῖν ποιεῖν; Σαῦτα μὲν γὰρ οἶμαι ἴσασιν ὅτι φύσει τε καὶ τύχῃ τοῖς ἀνθρώποις γίγνεται, τὰ καλὰ καὶ τἀναντία τούτοις· ὅσα δὲ ἐξ ἐπιμελείας καὶ ἀσκήσεως καὶ διδαχῆς οἴονται γίγνεσθαι ἀγαθὰ ἀνθρώποις, ἐάν τις ταῦτα μὴ ἔχῃ, ἀλλὰ τἀναντία τούτων κακά, ἐπὶ τούτοις που οἵ τε θυμοὶ γίγνονται καὶ αἱ κολάσεις καὶ αἱ νουθετήσεις. Ὧν ἐστιν ἓν καὶ ἡ ἀδικία καὶ ἡ ἀσέβεια καὶ συλλήβδην πᾶν τὸ ἐναντίον τῆς πολιτικῆς ἀρετῆς.



ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡ. ΚΑΤ. - ΔΙΑΓΩΝΙΣΜΑ I (ΠΑΝΕΛΛΗΝΙΕΣ 2016)


ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡ. ΚΑΤ. - ΔΙΑΓΩΝΙΣΜΑ I
(ΠΑΝΕΛΛΗΝΙΕΣ 2016)
*



 


ΠΛΑΤΩΝΟΣ: Πολιτεία (519 B-D) (ΚΡΙΤΗΡΙΟΝ ΑΞΙΟΛΟΓΗΣΕΩΣ)




ΔΙΑΓΩΝΙΣΜΑ
ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ
Γ’ ΛΥΚΕΙΟΥ

ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν

 



Διδαγμένο κείμενο
Πλάτωνος Πολιτεία 519B–D




ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡ. ΚΑΤ. - ΔΙΑΓΩΝΙΣΜΑ IV (ΠΑΝΕΛΛΗΝΙΕΣ 2015)




 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ

4ο ΔΙΑΓΩΝΙΣΜΑ - ΘΕΜΑTΑ




ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν






Διδαγμένο κείμενο

α) Ἀριστοτέλους Πολιτικὰ Γ 1, 1-2

Σῷ περὶ πολιτείας ἐπισκοποῦντι, καὶ τίς ἑκάστη καὶ ποία τις, σχεδὸν πρώτη σκέψις περὶ πόλεως ἰδεῖν, τί ποτέ ἐστιν ἡ πόλις. Νῦν γὰρ ἀμφισβητοῦσιν, οἱ μὲν φάσκοντες τὴν πόλιν πεπραχέναι τὴν πρᾶξιν, οἱ δ’ οὐ τὴν πόλιν ἀλλὰ τὴν ὀλιγαρχίαν ἢ τὸν τύραννον· τοῦ δὲ πολιτικοῦ καὶ τοῦ νομοθέτου πᾶσαν ὁρῶμεν τὴν πραγματείαν οὖσαν περὶ πόλιν, ἡ δὲ πολιτεία τῶν τὴν πόλιν οἰκούντων ἐστὶ τάξις τις. Ἐπεὶ δ’ ἡ πόλις τῶν συγκειμένων, καθάπερ ἄλλο τι τῶν ὅλων μὲν συνεστώτων δ’ ἐκ πολλῶν μορίων, δῆλον ὅτι πρότερον ὁ πολίτης ζητητέος· ἡ γὰρ πόλις πολιτῶν τι πλῆθός ἐστιν. Ὥστε τίνα χρὴ καλεῖν πολίτην καὶ τίς ὁ πολίτης ἐστὶ σκεπτέον. Καὶ γὰρ ὁ πολίτης ἀμφισβητεῖται πολλάκις· οὐ γὰρ τὸν αὐτὸν ὁμολογοῦσι πάντες εἶναι πολίτην· ἔστι γάρ τις ὃς ἐν δημοκρατίᾳ πολίτης ὢν ἐν ὀλιγαρχίᾳ πολλάκις οὐκ ἔστι πολίτης.



ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡ. ΚΑΤ. - ΔΙΑΓΩΝΙΣΜΑ III (ΠΑΝΕΛΛΗΝΙΕΣ 2015)




 ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
3ο ΔΙΑΓΩΝΙΣΜΑ - ΘΕΜΑΤΑ




ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν








* Ο ΕΡΜΗΣ σας παρουσιάζει το Γ’ Διαγώνισμα προετοιμασίας για τις φετινές επικείμενες Πανελλήνιες Εξετάσεις 2015 στο μάθημα των Αρχαίων Ελληνικών της Θεωρητικής Κατευθύνσεως προς εξάσκησιν και κατάλληλη εμπέδωσιν της διδακτέας ύλης...
....






ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡ. ΚΑΤ. - ΔΙΑΓΩΝΙΣΜΑ II (ΠΑΝΕΛΛΗΝΙΕΣ 2015)



ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν





* Ο ΕΡΜΗΣ σας παρουσιάζει το Β’ Διαγώνισμα προετοιμασίας για τις φετινές επικείμενες Πανελλήνιες Εξετάσεις 2015 στο μάθημα των Αρχαίων Ελληνικών της Θεωρητικής Κατευθύνσεως προς εξάσκησιν και κατάλληλη εμπέδωσιν της διδακτέας ύλης...
....




ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡ. ΚΑΤ. - ΔΙΑΓΩΝΙΣΜΑ I (ΠΑΝΕΛΛΗΝΙΕΣ 2015)


ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΘΕΩΡΗΤΙΚΗΣ ΚΑΤΕΥΘΥΝΣΗΣ
1ο ΔΙΑΓΩΝΙΣΜΑ – ΘΕΜΑΤΑ





ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν




* Ο ΕΡΜΗΣ σας παρουσιάζει το Α’ Διαγώνισμα προετοιμασίας για τις φετινές επικείμενες Πανελλήνιες Εξετάσεις 2015 στο μάθημα των Αρχαίων Ελληνικών της Θεωρητικής Κατευθύνσεως προς εξάσκησιν και κατάλληλη εμπέδωσιν της διδακτέας ύλης...

....



ΠΛΑΤΩΝΟΣ: Πρωταγόρας (324 A-C) (ΚΡΙΤΗΡΙΟΝ ΑΞΙΟΛΟΓΗΣΕΩΣ)






ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν





Το διδακτό της αρετής

Ο μύθος για τη δημιουργία της ανθρώπινης κοινωνίας

    Προκειμένου να απαντήσει στην πρώτη αντίρρηση του Σωκράτη αναφορικά με το διδακτό της πολιτικής αρετής (ότι, δηλαδή, ενώ για τα άλλα ζητήματα οι Αθηναίοι συμβουλεύονται τους ειδικούς, για τα πολιτικά θέματα ακούν οποιονδήποτε, γεγονός που αποδεικνύει ότι δεν απαιτείται ειδική διδασκαλία για την απόκτησή της ο Πρωταγόρας καταφεύγει στην αφήγηση και ερμηνεία του μύθου για τη δημιουργία της ανθρώπινης κοινωνίας.



ΠΛΑΤΩΝΟΣ: Πολιτεία (519D - 520A) (ΚΡΙΤΗΡΙΟΝ ΑΞΙΟΛΟΓΗΣΕΩΣ)





ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν




Να μεταφρασθή το κείμενον:



ἈΡΙΣΤΟΤΕΛΟΥΣ: Ἠθικά Νικομάχεια (Β1, 7-8) (ΚΡΙΤΗΡΙΟΝ ΑΞΙΟΛΟΓΗΣΕΩΣ)





ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν




Να μεταφρασθή το κείμενον:




ἈΡΙΣΤΟΤΕΛΟΥΣ: Ἠθικά Νικομάχεια (Β1, 5-7) (ΚΡΙΤΗΡΙΟΝ ΑΞΙΟΛΟΓΗΣΕΩΣ)





ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν







***

Να μεταφρασθή το κείμενο:

Μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν· οἱ γὰρ νομοθέται τοὺς πολίτας ἐθίζοντες ποιοῦσιν ἀγαθούς, καὶ τὸ μὲν βούλημα παντὸς νομοθέτου τοῦτ᾽ ἐστίν, ὅσοι δὲ μὴ εὖ αὐτὸ ποιοῦσιν ἁμαρτάνουσιν, καὶ διαφέρει τούτῳ πολιτεία πολιτείας ἀγαθὴ φαύλης.



ἈΡΙΣΤΟΤΕΛΟΥΣ: Ἠθικά Νικομάχεια (Β6, 1-4) (ΚΡΙΤΗΡΙΟΝ ΑΞΙΟΛΟΓΗΣΕΩΣ)





ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν







Να μεταφρασθή το κείμενο:

Δεῖ δὲ μὴ μόνον οὕτως εἰπεῖν, ὅτι ἕξις, ἀλλὰ καὶ ποία τις. ῥητέον οὖν ὅτι πᾶσα ἀρετή, οὗ ἂν ᾖ ἀρετή, αὐτό τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδίδωσιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ τόν τε ὀφθαλμὸν σπουδαῖον ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· τῇ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ εὖ ὁρῶμεν. 



ἈΡΙΣΤΟΤΕΛΟΥΣ: Πολιτικὰ (Γ1, 1-2, 3-4/6/ 12) (ΚΡΙΤΗΡΙΟΝ ΑΞΙΟΛΟΓΗΣΕΩΣ)




ΔΙΑΓΩΝΙΣΜΑ
ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ
Γ’ ΛΥΚΕΙΟΥ


ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν




Διδαγμένο κείμενο
Ἀριστοτέλους Πολιτικὰ Γ1, 1-2, 3-4/6/ 12



ἈΡΙΣΤΟΤΕΛΟΥΣ: Ἠθικά Νικομάχεια (Β6, 4-8) (ΚΡΙΤΗΡΙΟΝ ΑΞΙΟΛΟΓΗΣΕΩΣ)




ΔΙΑΓΩΝΙΣΜΑ
ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ
Γ’ ΛΥΚΕΙΟΥ

τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν



ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ
Ἠθικά, ΕΝΟΤΗΤΑ 7η (B6, 4-8)



ΠΛΑΤΩΝΟΣ: Πρωταγόρας (320d-321b5) (ΚΡΙΤΗΡΙΟΝ ΑΞΙΟΛΟΓΗΣΕΩΣ)




ΔΙΑΓΩΝΙΣΜΑ
ΑΡΧΑΙΩΝ ΕΛΛΗΝΙΚΩΝ
Γ’ ΛΥΚΕΙΟΥ

ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν






ΔΙΔΑΓΜΕΝΟ ΚΕΙΜΕΝΟ
Πλάτωνος Πρωταγόρας 320d-321b5