Τό πρῶτον ἐπεισόδιον τῆς Ἀντιγόνης (στίχ. 162 - 381)



ΑΡΧΑΙΟΝ ΚΕΙΜΕΝΟΝ
- ΛΕΞΙΛΟΓΙΚΑΙ & ΠΡΑΓΜΑΤΟΛΟΓΙΚΑΙ
ΠΑΡΑΤΗΡΗΣΕΙΣ

του
Π. Ν. Δημοπούλου





ΚΡΕΩΝ
ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ
πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν.
ὑμᾶς δ᾽ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα
ἔστειλ᾽ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου 165
σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,
τοῦτ᾽ αὖθις, ἡνίκ᾽ Οἰδίπους ὤρθου πόλιν,
κἀπεὶ διώλετ᾽, ἀμφὶ τοὺς κείνων ἔτι
παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.


Οἱ τρεῖς μέγιστοι φωστῆρες τῆς τρισηλίου θεότητος


του
Βασιλείου Σκούτερη


 
1.   Μέγας Βασίλειος


Κατὰ τὸν χρόνον τῆς προετοιμασίας . Ὁ Μέγας Βασίλειος ἐγεννήθη εἰς τὴν Καισάρειαν τῆς Καπαδοκίας τὸ 33Ο μ.Χ. Τὰ πρῶτα στοιχεῖα τῆς χριστιανικῆς ἀνατροφῆς τὰ ἔλαβεν ἀπὸ τήν μητέρα του. ᾽Αφοῦ ἐσπούδασεν εἰς τὰ σχολεῖα τῆς πατρίδος του καὶ τοῦ Βυζαντίου, ὄπου ἐδίδασκον σπουδαίοι ρήτορες, μετέβη εἰς ἡλικίαν 2Ο ἐτῶν εἰς τὰς ᾽Αθήνας χάριν εὐρυτέρων σπουδῶν. ᾽Εκεῖ συνεδέθη διὰ τῆς φιλίας μὲ τὸν Γρηγόριον τὸν Ναζιανζηνόν. Ὁ Βασίλειος ἐσπούδασεν εἰς τὰς ᾽Αθήνας ἐπὶ τέσσαρα καὶ ἔδειξεν ἐξαιρετικήν ἐπιμέλειαν. Ἔπειτα ἐπανῆλθεν εἰς την πατρίδα του, ὅπου ἐξήσκησε τὸ ἐπάγγελμα τοῦ ρήτορως. Τέλος, ἀφοῦ διένειμε τὴν περιουσίαν του εἰς τοὺς πτωχούς, κατέφυγεν εἰς κάποιον ἐρημικὸν τοπίον, πλησίον τῆς Νεοκαισαρεῖας, ὅπου ἔζησεν ὡς ἀσκητής, μελετῶν, συγγράφων καὶ προσευχόμενος. Ἐκεῖ ἔμεινεν ὁ Βασίλειος πέντε ὁλόκληρα ἔτη. 


ΕΥΛΟΓΗΣΩ τὸν Κύριον ἐν παντὶ καιρῷ



Τῷ Δαυΐδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον
᾿Αβιμέλεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν.




 2 ΕΥΛΟΓΗΣΩ τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. 3 ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. 4 μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. 



Ἡ ἐποχή τοῦ Ναπολέοντος, τό συνέδριον τῆς Βιέννης καί ἡ ἵδρυσις τῆς Ἱερᾶς Συμμαχίας





των
Α. Ματαράση &
Σ. Παπασταματίου 







1.   Η ΕΠΟΧΗ ΤΟΥ ΜΕΓΑΛΟΥ ΝΑΠΟΛΕΟΝΤΟΣ (1799 - 1815)


Κατὰ τὴν πρώτην δεκαπενταετίαν τοῦ 19ου αἱῶνος ἡ ζωὴ ἐκατομμυρίων Εὐρωπαίων ἐξηρτᾶτο ἀπὸ τὰς ἀποφάσεις τοῦ Ναπολέοντος.
῞Ετσι ἡ σύντομος αὐτὴ περίοδος λαμβάνει τὴν μορφὴν δράματος, εἰς τὸ ὁποῖον οἱ θεαταὶ παρακολουθοῦν τὴν ταχεῖαν ἀνύψωσιν τοῦ πρωταγωνιστοῦ του εἰς τὸ ἀποκορύφωμα τῆς ἀνθρωπίνης δυνάμεως καὶ δόξης, ἀλλὰ καὶ τὴν ἐξ ἵσου ταχεῖαν πτῶσιν του εἰς τὸ βάραθρον τοῦ ὀλέθρου.
Τὴν Νοπολεόντειον ἐποχὴν θὰ τὴν διαιρέσωμεν εἰς τρεῖς φάσεις : τὴν ὑπατείαν, τὴν περίοδον τῆς ἀκμῆς καὶ τὴν περίοδον τῆς πτώσεως.



Η ΑΝΤΑΛΚΙΔΕΙΟΣ ΕΙΡΗΝΗ (387 π. Χ.) κατά τον ΞΕΝΟΦΩΝΤΑ




ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας

πανεπιστημίου Ἀθηνῶν

-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς

πανεπιστημίου Ἀθηνῶν






22. Ἀποδοχὴ τῶν προτάσεων τῆς εἰρήνης παρὰ τῶν Ἀθηναίων καὶ τῶν συμμάχων.

( 1 , 25 — 36)

§25-26

Ὁ δὲ ᾽Ανταλκίδας κατέβη μὲν μετὰ Τιριβάζου διαπεπραγμένος συμμαχεῖν βασιλέα, εἰ μὴ ἐθέλοιεν ᾽Αθηναῖοι καὶ οἱ σύμμαχοι χρῆσθαι τῇ εἰρήνῃ, ᾗ αὐτὸς ἔλεγεν· ὡς δ’ ἤκουσε Νικόλοχον σὺν ταῖς ναυσὶ πολιορκεῖσθαι ἐν ᾽Αβύδῳ ὑπὸ ᾽Ιφικράτους καὶ Διοτίμου, πεζῇ ᾤχετο εἰς ῎Αβυδον. ᾽Εκεῖθεν δὲ λαβὼν τὸ ναυτικὸν νυκτὸς ἀνήγετο, διασπείρας λόγον ὡς μεταπεμπομένων τῶν Καλχηδονίων· ὁρμισάμενος δὲ ἐν Περκώτῃ ἡσυχίαν εἶχεν. Αἰσθόμενοι δὲ οἱ περὶ Δημαίνετον καὶ Διονύσιον καὶ Λεόντιχον καὶ Φανίαν ἐδίωκον αὐτὸν τὴν ἐπὶ Προκοννήσου. Ὁ δ᾽, ἐπεὶ ἐκεῖνοι παρέπλευσαν, ὑποστρέψας εἰς ῎Αβυδον ἀφίκετο· ἠκηκόει γάρ, ὅτι προσπλέοι Πολύξενος ἄγων τὰς ἀπὸ Συρακουσῶν καὶ ᾽Ιταλίας ναῦς εἴκοσιν, ὅπως ἀναλάβοι καὶ ταύτας.

§27

᾽Εκ δὲ τούτου Θρασύβουλος ὁ Κολλυτεὺς ἔχων ναῦς ὀκτὼ ἔπλει ἀπὸ Θρᾴκης, βουλόμενος ταῖς ἄλλαις ἀττικαῖς ναυσὶ συμμεῖξαι. Ὁ δὲ ᾽Ανταλκίδας, ἐπεὶ αὐτῷ οἱ σκοποὶ ἐσήμηναν, ὅτι προσπλέοιεν τριήρεις ὀκτώ, ἐμβιβάσας τοὺς ναύτας εἰς δώδεκα ναῦς τὰς ἄριστα πλεούσας καὶ προσπληρώσασθαι κελεύσας, εἴ τις ἐνεδεῖτο, ἐκ τῶν καταλειπομένων, ἐνήδρευεν, ὡς ἐδύνατο ἀφανέστατα. ᾽Επεὶ δὲ παρέπλεον, ἐδίωκεν· οἱ δὲ ἰδόντες ἔφευγον. Τὰς μὲν οὖν βραδύτατα πλεούσας ταῖς ἄριστα πλεούσαις ταχὺ κατειλήφει˙ παραγγείλας δὲ τοῖς πρωτόπλοις τῶν μεθ’ αὑτοῦ μὴ ἐμβαλεῖν ταῖς ὑστάταις, ἐδίωκε τὰς προεχούσας˙ ἐπεὶ δὲ ταύτας ἔλαβεν, ἰδόντες οἱ ὕστεροι ἁλισκομένους σφῶν αὐτῶν τοὺς πρόπλους ὑπ’ ἀθυμίας καὶ τῶν βραδυτέρων ἡλίσκοντο. ῝Ωσθ’ ἥλωσαν ἅπασαι.

§28

᾽Επεὶ δ’ ἦλθον αὐτῷ αἵ τε ἐκ Συρακουσῶν νῆες εἴκοσιν, ἦλθον δὲ καὶ αἱ ἀπὸ ᾽Ιωνίας, ὅσης ἐγκρατὴς ἦν Τιρίβαζος, συνεπληρώθησαν δὲ καὶ ἐκ τῆς ᾽Αριοβαρζάνους, (καὶ γὰρ ἦν ξένος ἐκ παλαιοῦ τῷ ᾽Αριοβαρζάνει), ὁ δὲ Φαρνάβαζος ἤδη ἀνακεκλημένος ᾤχετο ἄνω, ὅτε δὴ καὶ ἠγάγετο γυναῖκα τὴν βασιλέως θυγατέρα, ὁ Ἀνταλκίδας γενομέναις ταῖς πάσαις ναυσὶ πλείοσιν ἤ ὀγδοήκοντα ἐκράτει τῆς θαλάττης· ὥστε καὶ τὰς ἐκ τοῦ Πόντου ναῦς ᾽Αθήναζε μὲν ἐκώλυε καταπλεῖν, εἰς δὲ τοὺς,ἑαυτῶν συμμάχους κατῆγεν.

§29-30

Οἱ μὲν οὖν ᾽Αθηναῖοι, ὁρῶντες μὲν πολλὰς τάς πολεμίας ναῦς, φοβούμενοι δέ, μὴ ὡς πρότερον καταπολεμηθείησαν, συμμάχου Λακεδαιμονίοις βασιλέως γεγενημένου, πολιορκούμενοι δ’ ἐκ τῆς Αἰγίνης ὑπὸ λῃστῶν, διὰ ταῦτα μὲν ἰσχυρῶς ἐπεθύμουν τῆς εἰρήνης. Οἱ δ’ αὖ Λακεδαιμόνιοι, φρουροῦντες μόρᾳ μὲν ἐν Λεχαίῳ, μόρᾳ δ’ ἐν ᾽Ορχομενῲ, φυλάττοντες δὲ τὰς πόλεις, αἷς μὲν ἐπίστευον, μὴ ἀπόλοιντο, αἷς δὲ ἠπίστουν, μὴ ἀποσταῖεν, πράγματα δ’ ἔχοντες καὶ παρέχοντες περὶ τὴν Κόρινθον, χαλεπῶς ἔφερον τῷ πολέμῳ. Οἵ γε μὴν ᾽Αργεῖοι, εἰδότες φρουράν τε πεφασμένην ἐφ’ ἑαυτοὺς καὶ γιγνώσκοντες, ὅτι ἡ τῶν μηνῶν ὑποφορὰ οὐδὲν ἔτι σφᾶς ὠφελήσει, καὶ οὗτοι εἰς τὴν εἰρήνην πρόθυμοι ἦσαν. Ὥστ’ ἐπεὶ παρήγγειλεν ὁ Τιρίβαζος παρεῖναι τοὺς βουλομένους ὑπακοῦσαι τῇ εἰρήνῃ, ἣν βασιλεὺς καταπέμποι, ταχέως πάντες παρεγένοντο. ᾽Επεὶ δὲ συνῆλθον, ἐπιδείξας ὁ Τιρίβαζος τὰ βασιλέως σημεῖα ἀνεγίγνωσκε τὰ γεγραμμένα· εἶχε δὲ ὧδε.

§31

«Ἀρταξέρξης βασιλεὺς νομίζει δίκαιον τὰς μὲν ἐν τῆ Ἀσίᾳ πόλεις ἑαυτοῦ εἶναι καὶ τῶν νήσων Κλαζομενὰς καὶ Κύπρον, τὰς δὲ ἄλλας ῾Ελληνίδας πόλεις καὶ μικρὰς καὶ μεγάλας αὐτονόμους ἀφεῖναι πλὴν Λήμνου καὶ Ἴμβρου καὶ Σκύρου· ταύτας δὲ ὥσπερ τὸ ἀρχαῖον εἶναι ᾽Αθηναίων. ῾Οπότεροι δὲ ταύτην τὴν εἰρήνην μὴ δέχονται, τούτοις ἐγὼ πολεμήσω μετὰ τῶν ταὐτὰ βουλομένων καὶ πεζῇ καὶ κατὰ θάλατταν καὶ ναυσὶ καὶ χρήμασιν»

§32

Ἀκούσαντες οὖν ταῦτα οἱ ἀπὸ τῶν πόλεων πρέσβεις ἀπήγγελλον ἐπὶ τὰς ἑαυτῶν ἕκαστοι πόλεις. Καὶ οἱ μὲν ἄλλοι πάντες ὤμνυσαν ἐμπεδώσειν ταῦτα, οἱ δὲ Θηβαῖοι ἠξίουν ὑπὲρ πάντων Βοιωτῶν ὀμνύναι. Ὁ δὲ Ἀγησίλαος οὐκ ἔφη δέξασθαι τοὺς ὅρκους, ἐὰν μὴ ὀμνύωσιν, ὥσπερ τὰ βασιλέως γράμματα ἔλεγεν, αὐτονόμους εἶναι καὶ μικρὰν καὶ μεγάλην πόλιν. Οἱ δὲ τῶν Θηβαίων πρέσβεις ἔλεγον, ὅτι οὐκ ἐπεσταλμένᾳ σφίσι ταῦτ’ εἴη. «῎Ιτε τοίνυν», ἔφη ὁ ᾽Αγησίλαος, «καὶ ἐρωτᾶτε˚ ἀπαγγέλλετε δ’ αὐτοῖς καὶ ταῦτα, ὅτι, εἰ μὴ ποιήσουσι ταῦτα, ἔκσπονδοι ἔσονται». Οἱ μὲν δὴ ᾤχοντο.

§33

Ὁ δ’ ᾽Αγησίλαος διὰ τὴν πρὸς Θηβαίους ἔχθραν οὐκ ἔμελλεν, ἀλλὰ πείσας τοὺς ἐφόρους εὐθὺς ἐθύετο. ᾽Επεί δὲ ἐγένετο τὰ διαβατήρια, ἀφικόμενος εἰς τὴν Τεγέαν διέπεμπε μὲν τῶν ἱππέων κατὰ τοὺς περιοίκους ἐπισπεύσοντας, διέπεμπε δὲ καὶ ξεναγοὺς εἰς τὰς πόλεις. Πρὶν δὲ αὐτὸν ὁρμηθῆναι ἐκ Τεγέας, παρῆσαν οἱ Θηβαῖοι λέγοντες, ὅτι ἀφιᾶσι τάς πόλεις αὐτονόμους. Καὶ οὕτω Λακεδαιμόνιοι μὲν οἴκαδε ἀπῆλθον, Θηβαῖοι δ’ εἰς τὰς σπονδὰς εἰσελθεῖν ἠναγκάσθησαν, αὐτονόμους ἀφέντες τὰς Βοιωτίας πόλεις.

§34

Οἱ δ’ αὖ Κορίνθιοι οὐκ ἐξέπεμπον τὴν τῶν Ἀργείων φρουράν. ᾽Αλλ’ ὁ ᾽Αγησίλαος καὶ τούτοις προεῖπε, τοῖς μέν, εἰ μὴ ἐκπέμψοιεν τοὺς ᾽Αργείους, τοῖς δὲ, εἰ μὴ ἀπίοιεν ἐκ τῆς Κορίνθου, ὅτι πόλεμον ἐξοίσει πρὸς αὐτούς. ᾽Επεὶ δὲ φοβηθέντων ἀμφοτέρων ἐξῆλθον οἱ ᾽Αργεῖοι καὶ αὐτὴ ἐφ’ αὑτῆς ἡ τῶν Κορινθίων πόλις ἐγένετο, οἱ μὲν σφαγεῖς καὶ οἱ μεταίτιοι τοῦ ἔργου αὐτοὶ γνόντες ἀπῆλθον ἐκ, τῆς Κορίνθου˙ οἱ δ’ ἄλλοι πολῖται ἑκόντες κατεδέχοντο τοὺς πρόσθεν φεύγοντας.

§35

᾽Επεὶ δὲ ταῦτ’ ἐπράχθη καὶ ὠμωμόκεσαν αἱ πόλεις ἐμμενεῖν ἐν τῇ εἰρήνῃ, ἥν κατέπεμψε βασιλεύς, ἐκ τούτου διελύθη μὲν τὰ πεζά, διελύθη δὲ καὶ τὰ ναυτικὰ στρατεύματα. Λακεδαιμονίοις μὲν δὴ καὶ ᾽Αθηναίοις καὶ τοῖς συμμάχοις οὕτω μετὰ τὸν ὕστερον πόλεμον τῆς καθαιρέσεως τῶν Ἀθήνησι τειχῶν αὕτη πρώτη εἰρήνη, ἐγένετο.

§36

᾽Εν δὲ τῷ πολέμῳ μᾶλλον ἀντιρρόπως τοῖς ἐναντίοις πράττοντες οἱ Λακεδαιμόνιοι πολὺ ἐνδοξότεροι ἐγένοντο ἐκ τῆς ἐπ’ ᾽Ανταλκίδου εἰρήνης καλουμένης. Προστάται γὰρ γενόμενοι τῆς ὑπὸ βασιλέως καταπεμφθείσης εἰρήνης καὶ τὴν αὐτονομίαν ταῖς πόλεσι πράττοντες, προσέλαβον μὲν σύμμαχον Κόρινθον, αὐτονόμους δὲ ἀπὸ τῶν Θηβαίων τὰς Βοιωτὶας πόλεις ἐποίησαν, οὗπερ πάλαι ἐπεθύμουν, ἔπαυσαν δὲ καὶ Ἀργείους Κόρινθον σφετεριζομένους, φρουρὰ φήναντες ἐπ’ αὐτοὺς εἰ μὴ Κορίνθου.



Ἡ ραψωδία Α' τῆς Ἰλιάδος μετά σχολίων (ΜΕΡΟΣ Β')


των
Νικηφόρου &
Καλλιρρόης Ελεοπούλου




 

«ὤ μοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον,
πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν 150
ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ ἤλυθον αἰχμητάων
δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τἴ μοι αἴτιοί εἰσιν·
οὐ γάρ πώ ποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
οὐδέ ποτ’ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ 155
καρπὸν ἐδηλήσαντ᾽, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·


Ἡ ραψωδία Α' τῆς Ἰλιάδος μετά σχολίων (ΜΕΡΟΣ Α')


τῶν
Νικηφόρου & 
Καλλιρρόης Ἐλεοπούλου






Μῆνιν ἄειδε, θεά, Πηληιάδεω Ἀχιλῆος 1
οὐλομένην, ἢ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκε,
πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄιδι προΐαψεν
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
οἰωνοῖσί τε πᾶσι, Διὸς δ’ ἐτελείετο βουλή, 5
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
Ἀτρεῖδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. 7