επιμελεία
του
ΝΙΚΟΛΑΟΥ
ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-κλασσικού
φιλολόγου-
1.
Τούτων
τοίνυν οὕτως ἐχόντων οὐκ ὀλίγῳ μοι παρὰ γνώμην ηὑρέθη τὰ ἐνταῦθα
πράγματα ἔχοντα. Κατέπλευσα μὲν γὰρ ὡς ἐπαινεθησόμενος
ὑπό τῶν ἐνθάδε προθυμίας τε ἕνεκα καὶ ἐπιμελείας τῶν ὑμετέρων
πραγμάτων· πυθόμενοι δέ τινές με ἥκοντα τῶν τετρακοσίων
ἐζήτουν τε παραχρῆμα, καὶ λαβόντες ἤγαγον εἰς τὴν βουλήν. Εὐθὺς
δὲ παραστάς μοι Πείσανδρος «ἄνδρες» ἔφη «βουλευταί,
ἐγὼ τὸν ἄνδρα τοῦτον ἐνδεικνύω ὑμῖν σῖτόν τε εἰς τοὺς πολεμίους
εἰσαγαγόντα καὶ κωπέας». Καὶ τὸ πρᾶγμα ἤδη πᾶν διηγεῖτο ὡς
ἐπέπρακτο. ’Εν δὲ τῷ τότε τὰ ἐναντία φρονοῦντες δῆλοι ἦσαν ἤδη οἱ ἐπὶ
στρατιᾶς ὄντες τοῖς τετρακοσίοις. Κἀγώ θόρυβος γὰρ δὴ τοιοῦτος ἐγίγνετο
τῶν βουλευτῶν καὶ ἐπειδὴ ἐγίγνωσκον ἀπολούμενος, εὐθὺς προσπηδῶ
πρὸς τὴν ἑστίαν καὶ λαμβάνομαι τῶν ἱερῶν. Ὅπερ μοι
καὶ πλείστου ἄξιον ἐγένετο ἐν τῷ τότε· εἰς γὰρ τοὺς θεοὺς ἔχοντα ὀνείδη οὗτοί με
μᾶλλον τῶν ἀνθρώπων ἐοίκασι κατελεῆσαι, βουληθέντων τε αὐτῶν
ἀποκτεῖναί με οὗτοι ἦσαν οἱ διασώσαντες.
’Ανδοκίδου Περὶ τῆς ἑαυτοῦ καθόδου §§
13-15
Άσκηση:
«ἄνδρες» ἔφη «βουλευταί, ἐγώ
τόν ἄνδρα τοῦτον ἐνδεικνύω ὑμῖν σῖτόν τε εἰς τοὺς πολεμίους
εἰσαγαγόντα καὶ κωπέας»: Να μετατρέψετε τον ευθύ λόγο σε πλάγιο με εξάρτηση από
το ρήμα «εἶπε».
2.
Πολὺ δέ μοι προσήκει ταῦτα μᾶλλον
ἐκείνων καὶ τῷ γένει συνηθέστερά ἐστι. Τάδε γὰρ οὐ ψευσαμένῳ μοι
λαθεῖν οἷόν τ’ ἐστι τούς γε πρεσβυτέρους ὑμῶν ὅτι ὁ τοῦ ἐμοῦ
πατρὸς πάππος Λεωγόρας στασιάσας πρὸς τοὺς τυράννους ὑπὲρ τοῦ δήμου, ἐξὸν
αὐτῷ διαλλαχθέντι τῆς ἔχθρας καὶ γενομένῳ κηδεστῇ ἄρξαι μετ’ ἐκείνων
τῶν ἀνδρῶν καὶ τῆς πόλεως, εἵλετο μᾶλλον ἐκπεσεῖν μετὰ τοῦ
δήμου καὶ φεύγων κακοπαθεῖν μᾶλλον ἢ προδότης αὐτοῦ καταστῆναι.
ὥστ’ ἔμοιγε καὶ διὰ τὰ τῶν προγόνων ἔργα εἰκότως ὑπάρχει δημοτικῷ
εἶναι, εἴπερ τι ἀλλὰ νῦν γε φρονῶν τυγχάνω. ὧν καὶ ἕνεκα εἰκὸς ὑμᾶς,
ἐὰν χρηστὸς ὢν ἀνὴρ εἰς ὑμᾶς φαίνωμαι, προθυμότερόν
μου ἀποδέχεσθαι τὰ πραττόμενα.
’Ανδοκίδου Περὶ τῆς ἑαυτοῦ καθόδου § 26
Άσκηση:
Στην τελευταία
περίοδο που σας δόθηκε α) να χαρακτηρίσετε την πρόταση που εισάγεται με το «ὧν»,
β) να γράψετε τον υποθετικό λόγο, να τον χαρακτηρίσετε και να τον μετατρέψετε
ώστε να δηλώνει την απλή σκέψη.
3.
Τούτων δ’
ἐχόντων οὕτως, καὶ τῶν καιρῶν ὄντων τῇ πόλει τοιούτων ὁποίους τινὰς
αὐτοὺς ὑμεῖς ὑπολαμβάνετε εἶναι, ἓν ὑπολείπεται μέρος
τῆς πολιτείας εἴ τι κἀγὼ τυγχάνω γινώσκων, αἱ τῶν παρανόμων
γραφαί. Εἰ δὲ καὶ ταύτας καταλύσετε ἢ τοῖς καταλύουσι ἐπιτρέψετε, προλέγω
ὑμῖν ὅτι λήσετε κατὰ μικρὸν τῆς πολιτείας τισὶ παραχωρήσαντες.
Εὖ γάρ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι τρεῖς εἰσὶ πολιτεῖαι παρὰ
πᾶσιν ἀνθρώποις, τυραννὶς καὶ ὀλιγαρχία καὶ δημοκρατία, διοικοῦνται
δ’ αἱ μὲν τυραννίδες καὶ ὀλιγαρχίαι τοῖς τρόποις τῶν ἐφεστηκότων,
αἱ δὲ πόλεις αἱ δημοκρατούμεναι τοῖς νόμοις τοῖς κειμένοις.
Αἰσχίνους Κατὰ
Κτησιφῶντος §§ 5-6
Άσκηση:
α) ἐχόντων, ὄντων, γινώσκων:
Να χαρακτηρίσετε συντακτικώς τις μετοχές και να αναλύσετε τις δύο πρώτες σε
ισοδύναμες δευτερεύουσες προτάσεις.
β) Να γράψετε
και να χαρακτηρίσετε τους υποθετικούς λόγους του κειμένου και να τους
μετατρέψετε, ώστε να δηλώνουν το αντίθετο του πραγματικού.
4.
Τοσοῦτον δ’
ἀπέχω τοῦ ποιῆσαί τι τῶν προσταττομένων, ὥστ’ εἰ μηδὲν
γίγνοιτο τούτων μηδὲ βοηθείας μηδαμόθεν τυγχάνοιμεν,
ἀλλὰ τῶν Ἑλλήνων οἱ μὲν ἀδικοῖεν ἡμᾶς, οἱ δὲ περιορῷεν,
οὐδ’ ἂν οὕτω μεταγνοίην, ἀλλὰ πάντας ἂν τοὺς ἐκ τοῦ
πολέμου κινδύνους ὑπομείναιμι πρὶν ποιήσασθαι τὰς ὁμολογίας
ταύτας. Αἰσχυνθείην γὰρ ἂν ὑπὲρ ἀμφοτέρων, εἴτε καταγνοίημεν
τῶν προγόνων, ὡς ἀδίκως Μεσσηνίους ἀφείλοντο τὴν χώραν, εἴτε
ἐκείνων ὀρθῶς κτησαμένων καὶ προσηκόντως ἡμεῖς παρὰ τὸ δίκαιον
συγχωρήσαιμέν τι περὶ αὐτῆς. Τούτων μὲν οὖν οὐδέτερον
ποιητέον, σκεπτέον δ’ ὅπως ἀξίως ἡμῶν αὐτῶν πολεμήσομεν
καὶ μὴ τοὺς εἰθισμένους ἐγκωμιάζειν τὴν πόλιν ἐλέγξομεν
ψευδεῖς ὄντας, ἀλλὰ τοιούτους ἡμᾶς αὐτοὺς παρασχήσομεν
ὥστε δοκεῖν ἐκείνους ἐλάττω τῶν ὑπαρχόντων εἰρηκέναι περὶ ἡμῶν.
’Iσοκράτους Ἀρχίδαμος §§ 70-71
Άσκηση:
Να γράψετε τους
υποθετικούς λόγους του κειμένου (υπόθεση - απόδοση), να τους χαρακτηρίσετε και
να τους μετατρέψετε, ώστε να δηλώνουν το πραγματικό