ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΑΝΘΡ/ΚΩΝ ΣΠΟΥΔ. - ΔΙΑΓΩΝΙΣΜΑ III (ΠΑΝΕΛΛΗΝΙΕΣ 2017)



ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ 
ΟΜΑΔΑΣ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ
3ο ΔΙΑΓΩΝΙΣΜΑ - ΘΕΜΑΤΑ



ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ
 
Διδαγμένο κείμενο

Ἀριστοτέλους Ἠθικὰ Νικομάχεια Β6, 10-16

Οἷον καὶ φοβηθῆναι καὶ θαρρῆσαι καὶ ἐπιθυμῆσαι καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι καὶ ὅλως ἡσθῆναι καὶ λυπηθῆναι ἔστι καὶ μᾶλλον καὶ ἧττον, καὶ ἀμφότερα οὐκ εὖ· τὸ δ' ὅτε δεῖ καὶ ἐφ' οἷς καὶ πρὸς οὓς καὶ οὗ ἕνεκα καὶ ὡς δεῖ, μέσον τε καὶ ἄριστον, ὅπερ ἐστὶ τῆς ἀρετῆς. Ὁμοίως δὲ καὶ περὶ τὰς πράξεις ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ τὸ μέσον. Ἡ δ' ἀρετὴ περὶ πάθη καὶ πράξεις ἐστίν, ἐν οἷς ἡ μὲν ὑπερβολὴ ἁμαρτάνεται καὶ ψέγεται καὶ ἡ ἔλλειψις, τὸ δὲ μέσον ἐπαινεῖται καὶ κατορθοῦται· ταῦτα δ' ἄμφω τῆς ἀρετῆς. Μεσότης τις ἄρα ἐστὶν ἡ ἀρετή, στοχαστική γε οὖσα τοῦ μέσου.

Ἔτι τὸ μὲν ἁμαρτάνειν πολλαχῶς ἔστιν (τὸ γὰρ κακὸν τοῦ ἀπείρου, ὡς οἱ Πυθαγόρειοι εἴκαζον, τὸ δ' ἀγαθὸν τοῦ πεπερασμένου), τὸ δὲ κατορθοῦν μοναχῶς (διὸ καὶ τὸ μὲν ῥᾴδιον τὸ δὲ χαλεπόν, ῥᾴδιον μὲν τὸ ἀποτυχεῖν τοῦ σκοποῦ, χαλεπὸν δὲ τὸ ἐπιτυχεῖν)· καὶ διὰ ταῦτ' οὖν τῆς μὲν κακίας ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις, τῆς δ' ἀρετῆς ἡ μεσότης· ἐσθλοὶ μὲν γὰρ ἁπλῶς, παντοδαπῶς δὲ κακοί.

Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένη λόγῳ καὶ ᾧ ἂν ὁ φρόνιμος ὁρίσειεν. Μεσότης δὲ δύο κακιῶν, τῆς μὲν καθ' ὑπερβολὴν τῆς δὲ κατ' ἔλλειψιν· καὶ ἔτι τῷ τὰς μὲν ἐλλείπειν τὰς δ' ὑπερβάλλειν τοῦ δέοντος ἔν τε τοῖς πάθεσι καὶ ἐν ταῖς πράξεσι, τὴν δ' ἀρετὴν τὸ μέσον καὶ εὑρίσκειν καὶ αἱρεῖσθαι.


ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΑΝΘΡ/ΚΩΝ ΣΠΟΥΔ. - ΔΙΑΓΩΝΙΣΜΑ II (ΠΑΝΕΛΛΗΝΙΕΣ 2017)


ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΟΜΑΔΑΣ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ
2ο ΔΙΑΓΩΝΙΣΜΑ - ΘΕΜΑΤΑ

ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ
Διδαγμένο κείμενο

Πλάτωνος Πολιτεία 519Β-520Α

Ἡμέτερον δὴ ἔργον, ἦν δ’ ἐγώ, τῶν οἰκιστῶν τάς τε βελτίστας φύσεις ἀναγκάσαι ἀφικέσθαι πρὸς τὸ μάθημα ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τε τὸ ἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν, καὶ ἐπειδὰν ἀναβάντες ἱκανῶς ἴδωσι, μὴ ἐπιτρέπειν αὐτοῖς ὃ νῦν ἐπιτρέπεται.
Τὸ ποῖον δή;
Τὸ αὐτοῦ, ἦν δ’ ἐγώ, καταμένειν καὶ μὴ ἐθέλειν πάλιν καταβαίνειν παρ’ ἐκείνους τοὺς δεσμώτας μηδὲ μετέχειν τῶν παρ’ ἐκείνοις πόνων τε καὶ τιμῶν, εἴτε φαυλότεραι εἴτε σπουδαιότεραι.
Ἔπειτ’, ἔφη, ἀδικήσομεν αὐτούς, καὶ ποιήσομεν χεῖρον ζῆν, δυνατὸν αὐτοῖς ὂν ἄμεινον;
Ἐπελάθου, ἦν δ’ ἐγώ, πάλιν, ὦ φίλε, ὅτι νόμῳ οὐ τοῦτο μέλει, ὅπως ἕν τι γένος ἐν πόλει διαφερόντως εὖ πράξει, ἀλλ’ ἐν ὅλῃ τῇ πόλει τοῦτο μηχανᾶται ἐγγενέσθαι, συναρμόττων τοὺς πολίτας πειθοῖ τε καὶ ἀνάγκῃ, ποιῶν μεταδιδόναι ἀλλήλοις τῆς ὠφελίας ἣν ἂν ἕκαστοι τὸ κοινὸν δυνατοὶ ὦσιν ὠφελεῖν καὶ αὐτὸς ἐμποιῶν τοιούτους ἄνδρας ἐν τῇ πόλει, οὐχ ἵνα ἀφιῇ τρέπεσθαι ὅπῃ ἕκαστος βούλεται, ἀλλ’ ἵνα καταχρῆται αὐτὸς αὐτοῖς ἐπὶ τὸν σύνδεσμον τῆς πόλεως.
Ἀληθῆ, ἔφη· ἐπελαθόμην γάρ.
Σκέψαι τοίνυν, εἶπον, ὦ Γλαύκων, ὅτι οὐδ’ ἀδικήσομεν τοὺς παρ’ ἡμῖν φιλοσόφους γιγνομένους, ἀλλὰ δίκαια πρὸς αὐτοὺς ἐροῦμεν, προσαναγκάζοντες τῶν ἄλλων ἐπιμελεῖσθαί τε καὶ φυλάττειν.



Διαγώνισμα Λατινικῶν Β’ (ΠΑΝΕΛΛΗΝΙΕΣ 2017)



«ΛΑΤΙΝΙΚΑ»
2o ΔΙΑΓΩΝΙΣΜΑ
Λατινικά Ομάδας Προσανατολισμού Ανθρωπιστικών Σπουδών
2ο ΔΙΑΓΩΝΙΣΜΑ - ΘΕΜΑΤΑ
(ΚΕΦ. 11-15)
των
Αργυροπούλου Μαρίας
Πλακίδα Γεωργίου

ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ


Α. Να μεταφράσετε τα παρακάτω αποσπάσματα :

Ob repentīnum monstrum terror animos militum invaserat et exercitus fiduciam amiserat.Tum Sulpicius Gallus de caeli ratiōne et de stellārum lunaeque statu ac motibus disputāvit eōque modo exercitum alacrem in pugnam misit. Sic liberāles artes Galli aditum ad illustrem illam Pauliānam victoriam dedērunt.
.............................................................................................
Ibi vix animum sollicitum somno dederat, cum repente apparuit ei species horrenda. Existimāvit ad se venīre hominem ingentis magnitudinis et facie squalidā, similem effigiēi mortui. Quem simul aspexit Cassius, timōrem concēpit nomenque eius audīre cupīvit. Respondit ille se esse Orcum.

Μονάδες 40




ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΑΝΘΡ/ΚΩΝ ΣΠΟΥΔ. - ΔΙΑΓΩΝΙΣΜΑ I (ΠΑΝΕΛΛΗΝΙΕΣ 2017)




ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ ΟΜΑΔΑΣ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ
1ο ΔΙΑΓΩΝΙΣΜΑ - ΘΕΜΑΤΑ



ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ
ancient roman hairstyles rome vatican museum
Διδαγμένο κείμενο
Πλάτωνος Πρωταγόρας 323Α-Ε

Ἵνα δὲ μὴ οἴῃ ἀπατᾶσθαι ὡς τῷ ὄντι ἡγοῦνται πάντες ἄνθρωποι πάντα ἄνδρα μετέχειν δικαιοσύνης τε καὶ τῆς ἄλλης πολιτικῆς ἀρετῆς, τόδε αὖ λαβὲ τεκμήριον. Ἐν γὰρ ταῖς ἄλλαις ἀρεταῖς, ὥσπερ σὺ λέγεις, ἐάν τις φῇ ἀγαθὸς αὐλητὴς εἶναι, ἢ ἄλλην ἡντινοῦν τέχνην ἣν μή ἐστιν, ἢ καταγελῶσιν ἢ χαλεπαίνουσιν, καὶ οἱ οἰκεῖοι προσιόντες νουθετοῦσιν ὡς μαινόμενον· ἐν δὲ δικαιοσύνῃ καὶ ἐν τῇ ἄλλῃ πολιτικῇ ἀρετῇ, ἐάν τινα καὶ εἰδῶσιν ὅτι ἄδικός ἐστιν, ἐὰν οὗτος αὐτὸς καθ’ αὑτοῦ τἀληθῆ λέγῃ ἐναντίον πολλῶν, ὃ ἐκεῖ σωφροσύνην ἡγοῦντο εἶναι, τἀληθῆ λέγειν, ἐνταῦθα μανίαν, καί φασιν πάντας δεῖν φάναι εἶναι δικαίους, ἐάντε ὦσιν ἐάντε μή, ἢ μαίνεσθαι τὸν μὴ προσποιούμενον [δικαιοσύνην]· ὡς ἀναγκαῖον οὐδένα ὅντιν’ οὐχὶ ἁμῶς γέ πως μετέχειν αὐτῆς, ἢ μὴ εἶναι ἐν ἀνθρώποις. Ὅτι μὲν οὖν πάντ’ ἄνδρα εἰκότως ἀποδέχονται περὶ ταύτης τῆς ἀρετῆς σύμβουλον διὰ τὸ ἡγεῖσθαι παντὶ μετεῖναι αὐτῆς, ταῦτα λέγω· ὅτι δὲ αὐτὴν οὐ φύσει ἡγοῦνται εἶναι οὐδ’ ἀπὸ τοῦ αὐτομάτου, ἀλλὰ διδακτόν τε καὶ ἐξ ἐπιμελείας παραγίγνεσθαι ᾧ ἂν παραγίγνηται, τοῦτό σοι μετὰ τοῦτο πειράσομαι ἀποδεῖξαι. Ὅσα γὰρ ἡγοῦνται ἀλλήλους κακὰ ἔχειν ἄνθρωποι φύσει ἢ τύχῃ, οῦδεὶς θυμοῦται οὐδὲ νουθετεῖ οὐδὲ διδάσκει οὐδὲ κολάζει τοὺς ταῦτα ἔχοντας, ἵνα μὴ τοιοῦτοι ὦσιν, ἀλλ’ ἐλεοῦσιν· οἷον τοὺς αἰσχροὺς ἢ σμικροὺς ἢ ἀσθενεῖς τίς οὕτως ἀνόητος ὥστε τι τούτων ἐπιχειρεῖν ποιεῖν; Ταῦτα μὲν γὰρ οἶμαι ἴσασιν ὅτι φύσει τε καὶ τύχῃ τοῖς ἀνθρώποις γίγνεται, τὰ καλὰ καὶ τἀναντία τούτοις· ὅσα δὲ ἐξ ἐπιμελείας καὶ ἀσκήσεως καὶ διδαχῆς οἴονται γίγνεσθαι ἀγαθὰ ἀνθρώποις, ἐάν τις ταῦτα μὴ ἔχῃ, ἀλλὰ τἀναντία τούτων κακά, ἐπὶ τούτοις που οἵ τε θυμοὶ γίγνονται καὶ αἱ κολάσεις καὶ αἱ νουθετήσεις. Ὧν ἐστιν ἓν καὶ ἡ ἀδικία καὶ ἡ ἀσέβεια καὶ συλλήβδην πᾶν τὸ ἐναντίον τῆς πολιτικῆς ἀρετῆς.



Διαγώνισμα Λατινικῶν Α’ (ΠΑΝΕΛΛΗΝΙΕΣ 2017)



Λατινικά 
Ομάδας Προσανατολισμού Ανθρωπιστικών Σπουδών

1ο ΔΙΑΓΩΝΙΣΜΑ - ΘΕΜΑΤΑ

(ΚΕΦ. 3-7)


ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ
Roman Mosaic of Lion, 3rd century-5th century A.D., from Tunis, Tunisia



Αγγελική Μπατσούλη 

Μαρία Κεκροπούλου

Α. Να μεταφράσετε τα παρακάτω αποσπάσματα :

Silius animum tenerum habebat. Gloriae Vergili studebat ingeniumque eius fovebat. Eum ut puer magistrum honorabat. Monumentum eius, quod Neapoli iacebat, pro templo habebat.

In ea civitate, quam leges continent, boni viri libenter leges servant. Lex enim est fundamentum libertatis, fons aequitatis. Mens et animus et consilium et sententia civitatis posita est in legibus.

Legatos omnes frumentum in castra importare iubet. Milites his verbis admonet: «Hostes adventare audio; speculatores nostri eos prope esse nuntiant. Vim hostium cavere debetis; hostes enim de collibus advolare solent et caedem militum perpetrare possunt».

Μονάδες 40



ΕΞΕΤΑΣΕΙΣ ΟΜΟΓΕΝΩΝ 2016: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ


ΕΙΣΑΓΩΓΙΚΕΣ ΕΞΕΤΑΣΕΙΣ
ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΤΟΥ ΕΞΩΤΕΡΙΚΟΥ ΚΑΙ
ΤΕΚΝΩΝ ΕΛΛΗΝΩΝ ΥΠΑΛΛΗΛΩΝ ΠΟΥ ΥΠΗΡΕΤΟΥΝ ΣΤΟ ΕΞΩΤΕΡΙΚΟ
ΤΕΤΑΡΤΗ 7 ΣΕΠΤΕΜΒΡΙΟΥ 2016
ΕΞΕΤΑΖΟΜΕΝΟ ΜΑΘΗΜΑ ΟΜΑΔΑΣ ΠΡΟΣΑΝΑΤΟΛΙΣΜΟΥ
ΑΝΘΡΩΠΙΣΤΙΚΩΝ ΣΠΟΥΔΩΝ: ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
 

ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ


1. Διδαγμένο κείμενο από το πρωτότυπο
 
Πλάτων, Πολιτεία (514A-515A, 519B-C)

Ἰδὲ γὰρ ἀνθρώπους οἷον ἐν καταγείῳ οἰκήσει σπηλαιώδει, ἀναπεπταμένην πρὸς τὸ φῶς τὴν εἴσοδον ἐχούσῃ μακρὰν παρὰ πᾶν τὸ σπήλαιον, ἐν ταύτῃ ἐκ παίδων ὄντας ἐν δεσμοῖς καὶ τὰ σκέλη καὶ τοὺς αὐχένας, ὥστε μένειν τε αὐτοὺς εἴς τε τὸ πρόσθεν μόνον ὁρᾶν, κύκλῳ δὲ τὰς κεφαλὰς ὑπὸ τοῦ δεσμοῦ ἀδυνάτους περιάγειν, φῶς δὲ αὐτοῖς πυρὸς ἄνωθεν καὶ πόρρωθεν καόμενον ὄπισθεν αὐτῶν, μεταξὺ δὲ τοῦ πυρὸς καὶ τῶν δεσμωτῶν ἐπάνω ὁδόν, παρ’ ἣν ἰδὲ τειχίον παρῳκοδομημένον, ὥσπερ τοῖς θαυματοποιοῖς πρὸ τῶν ἀνθρώπων πρόκειται τὰ παραφράγματα, ὑπὲρ ὧν τὰ θαύματα δεικνύασιν.


ΠΡΟΓΡΑΜΜΑΤΙΣΜΟΣ ΕΚΠΑΙΔΕΥΤΙΚΟΥ ΕΡΓΟΥ ΣΕ ΓΥΜΝΑΣΙΑ & ΛΥΚΕΙΑ 2016-2017



Έναρξη μαθημάτων στα σχολεία για το 2016-17 
και προγραμματισμός εκπαιδευτικού έργου σε Γυμνάσια και Λύκεια



ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ


ΕΝΑΡΞΗ ΜΑΘΗΜΑΤΩΝ

Τη Δευτέρα 12 Σεπτεμβρίου 2016 θα γίνει ο αγιασμός σε όλα τα σχολεία. Μετά τον αγιασμό να διανεμηθούν τα βιβλία στους μαθητές.