Αρχαίο κείμενο
Οἱ μὲν δὴ παῖδες εἰς τὰ διδασκαλεῖα φοιτῶντες διάγουσι μανθάνοντες δικαιοσύνην· καὶ λέγουσιν ὅτι ἐπὶ τοῦτο ἔρχονται ὥσπερ παρ’ ἡμῖν ὅτι γράμματα μαθησόμενοι. Οἱ δ’ ἄρχοντες αὐτῶν διατελοῦσι τὸ πλεῖστον τῆς ἡμέρας δικάζοντες αὐτοῖς. Γίγνεται γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους ὥσπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ ἁρπαγῆς καὶ βίας καὶ ἀπάτης καὶ κακολογίας καὶ ἄλλων οἵων δὴ εἰκός. Οὓς δ’ ἂν γνῶσι τούτων τι ἀδικοῦντας, τιμωροῦνται. Κολάζουσι δὲ καὶ ὃν ἂν ἀδίκως ἐγκαλοῦντα εὑρίσκωσι. Δικάζουσι δὲ καὶ ἐγκλήματος οὗ ἕνεκα ἄνθρωποι μισοῦσι μὲν ἀλλήλους μάλιστα, δικάζονται δὲ ἥκιστα, ἀχαριστίας, καὶ ὃν ἂν γνῶσι δυνάμενον μὲν χάριν ἀποδιδόναι, μὴ ἀποδιδόντα δέ, κολάζουσι καὶ τοῦτον ἰσχυρῶς. Οἴονται γὰρ τοὺς ἀχαρίστους καὶ περὶ θεοὺς ἂν μάλιστα ἀμελῶς ἔχειν καὶ περὶ γονέας καὶ πατρίδα καὶ φίλους. Ἕπεσθαι δὲ δοκεῖ μάλιστα τῇ ἀχαριστίᾳ ἡ ἀναισχυντία· καὶ γὰρ αὕτη μεγίστη δοκεῖ εἶναι ἐπὶ πάντα τὰ αἰσχρὰ ἡγεμών.
Διαδραστικό τεστ
Επίλεξε μία απάντηση σε κάθε ερώτηση. Μπορείς να αλλάξεις επιλογή πριν από την υποβολή. Οι λύσεις και οι αιτιολογήσεις εμφανίζονται μετά την ολοκλήρωση της προσπάθειας.
27 ερωτήσεις · μία σωστή απάντηση ανά ερώτηση
Απαντημένες ερωτήσεις
0 / 27
Λύσεις και αιτιολογήσεις
Μελέτησε τη σωστή επιλογή και την αιτιολόγησή της.

0 comments:
Δημοσίευση σχολίου