Δε γεννήθηκε ακόμη, μήτε υπήρξε ποτέ τέτοια γυναίκα (ΑΣΚΗΣΙΣ ΠΛ. ΛΟΓΟΥ)




Ιωάννης Κονδυλόπουλος


ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν


 



Ο Κύρος αναθέτει σε έναν φίλο του, τον Αράσπα, να του φυλάει την όμορφη γυναίκα του βασιλιά των Σουσίων, του Αβραδάτα, η οποία ονομαζόταν Πάνθεια και είχε πιαστεί αιχμάλωτη.

 
[5.1.2] Καλέσας δὲ ὁ Κῦρος Ἀράσπαν Μῆδον, ὃς ἦν αὐτῷ ἐκ παιδὸς ἑταῖρος, ᾧ καὶ τὴν στολὴν ἐκδὺς ἔδωκε τὴν Μηδικήν, ὅτε παρ' Ἀστυάγους εἰς Πέρσας ἀπῄει, τοῦτον ἐκέλευσε διαφυλάξαι αὐτῷ τήν τε γυναῖκα καὶ τὴν σκηνήν·


[5.1.3] ἦν δὲ αὕτη ἡ γυνὴ τοῦ Ἀβραδάτου τοῦ Σουσίου· ὅτε δὲ ἡλίσκετο τὸ τῶν Ἀσσυρίων στρατόπεδον, ὁ ἀνὴρ αὐτῆς οὐκ ἔτυχεν ἐν τῷ στρατοπέδῳ ὤν, ἀλλὰ πρὸς τὸν τῶν Βακτρίων βασιλέα πρεσβεύων ᾤχετο· ἔπεμψε δὲ αὐτὸν ὁ Ἀσσύριος περὶ συμμαχίας· ξένος γὰρ ὢν ἐτύγχανε τῷ τῶν Βακτρίων βασιλεῖ· ταύτην οὖν ἐκέλευσεν ὁ Κῦρος διαφυλάττειν τὸν Ἀράσπαν, ἕως ἂν αὐτὸς λάβῃ. [5.1.4] κελευόμενος δὲ ὁ Ἀράσπας ἐπήρετο· Ἑώρακας δ', ἔφη, ὦ Κῦρε, τὴν γυναῖκα, ἥν με κελεύεις φυλάττειν; Μὰ Δί', ἔφη ὁ Κῦρος, οὐκ ἔγωγε. Ἀλλ' ἐγώ, ἔφη, ἡνίκα ἐξῃροῦμέν σοι αὐτήν· καὶ δῆτα, ὅτε μὲν εἰσήλθομεν εἰς τὴν σκηνὴν αὐτῆς, τὸ πρῶτον οὐ διέγνωμεν αὐτήν· χαμαί τε γὰρ ἐκάθητο καὶ αἱ θεράπαιναι πᾶσαι περὶ αὐτήν· καὶ τοίνυν ὁμοίαν ταῖς δούλαις εἶχε τὴν ἐσθῆτα· ἐπεὶ δὲ γνῶναι βουλόμενοι ποία εἴη ἡ δέσποινα πάσας περιεβλέψαμεν, ταχὺ πάνυ καὶ πασῶν ἐφαίνετο διαφέρουσα τῶν ἄλλων, καίπερ καθημένη κεκαλυμμένη τε καὶ εἰς γῆν ὁρῶσα. [5.1.5] ὡς δὲ ἀναστῆναι αὐτὴν ἐκελεύσαμεν, συνανέστησαν μὲν αὐτῇ ἅπασαι αἱ ἀμφ' αὐτήν, διήνεγκε δ' ἐνταῦθα πρῶτον μὲν τῷ μεγέθει, ἔπειτα δὲ καὶ τῇ ἀρετῇ καὶ τῇ εὐσχημοσύνῃ, καίπερ ἐν ταπεινῷ σχήματι ἑστηκυῖα. δῆλα δ' ἦν αὐτῇ καὶ τὰ δάκρυα στάζοντα, τὰ μὲν κατὰ τῶν πέπλων, τὰ δὲ καὶ ἐπὶ τοὺς πόδας.

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ 5.1.2-5.1.5


ΜΕΤΑΦΡΑΣΙΣ:




Ευθύς-πλάγιος λόγος

ΑΣΚΗΣΙΣ 1

τοῦτον ἐκέλευσε διαφυλάξαι αὐτῷ τήν τε γυναῖκα καὶ τὴν σκηνήν (ΞΕΝ ΚΠαιδ 5.1.2.3-4):
Να επιλέξεις τις λέξεις που δεν πρέπει να παραλείψεις ή να αλλάξεις κατά τη μετατροπή του πλάγιου λόγου σε ευθύ.
·        τοῦτον
·        ἐκέλευσε
·        διαφυλάξαι
·        αὐτῷ
·        τήν τε γυναῖκα
·        καὶ
·        τὴν σκηνήν

ΒΟΗΘΕΙΑ








ΑΣΚΗΣΙΣ 2

τοῦτον ἐκέλευσε διαφυλάξαι αὐτῷ τήν τε γυναῖκα καὶ τὴν σκηνήν (ΞΕΝ ΚΠαιδ 5.1.2.3-4):
Να επιλέξεις την πρόταση στην οποία έχουμε ορθή μετατροπή του πλαγίου λόγου σε ευθύ.
·        Κέλευσον διαφυλάξαι αὐτῷ τήν τε γυναῖκα καὶ τὴν σκηνήν.
·        Διεφύλαξάς μοι τήν τε γυναῖκα καὶ τὴν σκηνήν.
·        Διαφυλάξειας ἄν μοι τήν τε γυναῖκα καὶ τὴν σκηνήν.
·        Διαφύλαξόν μοι τήν τε γυναῖκα καὶ τὴν σκηνήν.
·        Διεφύλαξας ἄν μοι τήν τε γυναῖκα καὶ τὴν σκηνήν.

ΑΠΑΝΤΗΣΕΙΣ ΤΩΝ ΑΣΚΗΣΕΩΝ








DMCA.com Protection Status


author image

About the Author

This article is written by: Φιλόλογος Ερμής - He has already written over 2.200 articles for Φιλόλογος Ερμής. Φιλόλογος Ερμής has Graduate Diploma in Classical Philology, Postgraduate Diploma in Applied Pedagogic, and is Candidate Doctor(Dph) of Classical Philology. Stay touch with him on Twitter, Facebook or email him