Ἡ Ἱστορία τοῦ Οἰδίποδος




ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν




1.   Καταγωγὴ καὶ παιδικὴ ἡλικία Οἰδίποδος.

Ζεύς, ὁ τῶν θεῶν βασιλεύς, ἔδωκε Κάδμῳ, κτίτορι τῶν Θηβῶν, γυναῖκα Ἁρμονίαν. Πάντες τότε οἱ θεοὶ καταλιπόντες τὸν οὐρανὸν ἐν τῇ Καδμείᾳ εὐωχούμενοι ὑμνηταὶ τοῦ γάμου ἐγένοντο. Εν δὲ τῇ εὐωχίᾳ αὐληταί(1) καὶ ἀοιδοὶ παρῆσαν ᾄδοντες, πολλοὶ δὲ θεράποντες καὶ κλητῆρες ὑπούργουν τοῖς εὐωχουμένοις.


Κάδμου γίγνονται Ινὼ καὶ Σεμέλη, παῖς δὲ Πολύδωρος, ὅς γεννᾷ Λάβδακον. Μετὰ δὲ τοῦτον Λάιος ἡγεμὼν τῶν Θηβῶν καθίσταται.

Τούτῳ ὁ θεὸς Ἀπόλλων ἔχρησεν(2) ὑπὸ τοῦ υἱοῦ ἀποθανεῖσθαι. Διὸ Λάιος μνήμων τοῦ χρησμοῦ ὤν, διατρήσας τὰ σφυρὰ τοῦ γεννηθέντος περόναις τῷ νομεῖ τὸ βρέφος δίδωσιν ἐκθεῖναι. ῾Ο δὲ τὸ βρέφος οἰκτίρας καὶ σωτὴρ βουληθεὶς γενέσθαι παραδίδωσιν αὐτὸ τοῖς βοσκοῖς τοῦ Πολυβίου, βασιλέως τῆς Κορίνθου. Οἱ δὲ παραλαβόντες καὶ σωτῆρες αὐτοῦ γενόμενοι ἤ ἤνεγκον εἰς τὴν Πολύβου γυναῖκα. ῾Η δὲ τροφὸν παραλαβοῦσα ὑποβάλλεται(3) τὸ βρέφος καὶ θεραπεύσασα τὰ σφυρὰ Οἰδίπουν καλεῖ, τοῦτο θεμένη τὸ ὄνομα διὰ τὸ τοὺς πόδας ἀνοιδῆσαι(4).

Τελειωθεὶς δ’ ὁ παῖς καὶ διαφέρων τῶν ἡλίκων ἐν ρώμῃ καὶ διὰ φθόνον ὀνειδιζόμενος ὑπὸ τῶν συμπαικτόρων ὑπόβλητος(5) ἔρχεται εἰς Δελφοὺς καὶ περὶ τῶν ἰδίων γονέων πυνθάνεται. ῾Ο δὲ θεὸς ἀνεῖλεν αὐτῷ πρὸς τοὺς γονέας μὴ πορεύεσθαι· τὸν γὰρ πατέρα μέλλει φονεύσειν καὶ τὴν μνητέρα γυναῖκα λήψεσθαι.

2.   Βασιλεία Οἰδίποδος καὶ θάνατος αὐτοῦ.

Οἰδίποδι ἀκούσαντι τὸν χρησμὸν φυγὴ ἦν ἐκ Κορίνθου, ἥν πατρίδα ἐνόμιζε. Φερόμενος δὲ διὰ Φωκίδος ἐφ’ ἅρματος κατὰ τὴν μαντείαν εἰς ξένην γῆν συντυγχάνει κατά τινα στροφὴν τῆς ὁδοῦ στενὴν ἐφ’ ἅρματος ὀχουμένῳ Λαΐῳ καὶ Πολυφόντῃ· κήρυξ δ’ οὗτος ἦν Λαΐου. Καὶ κελεύσαντος τούτου ἐκχωρεῖν(6) τῆς ὁδοῦ καὶ κτείναντος τῶν ἵππων τὸν ἕτερον, ἀγανακτήσας Οἰδίππους καὶ μετὰ φορᾶς παίσας ἀμφοτέρους τῷ ῥοπάλῳ ἀπέκτεινε, Λάιον καὶ Πολυφόντην, καὶ εἰς Θήβας παραγένετο. Καὶ Λαΐῳ μὲν ταφὴ παρεσκεύασεν ὁ βασιλεὺς Πλαταιέων Δαμασίστρατος, τὴν δὲ βασιλείαν Κρέων παρέλαβε.

Τούτου δε βασιλεύοντος, μεγάλη συμφορά τὰς Θήβας κατέσχεν. ῞Ηρα γὰρ ἔπεμψε Σφίγγα, ἣ πρόσωπον μὲν γυναικός, στῆθος δέ, βάσιν καὶ οὐρὰν λέοντος καὶ πτέρυγας ὄρνιθος ἔχουσα τρόμον τοῖς Θηβαίοις ἐνέβαλλεν· προύτεινε γὰρ αὐτοῖς ἐπὶ τὸ Φίκειον ὄρος καθεζομένη τὴν λύσιν τοῦδε τοῦ αἰνίγματος. « Τί ἐστιν, ὅ μίαν ἔχον φωνὴν τετράπουν, δίπουν, τρίπουν γίγνεται; ». Εἰ δὲ μὴ εὕροιεν τὴν λύσιν, ὑπὸ μανίας ἡ Σφὶγξ κατεχομένη κατεβίβρωσκεν(8) ἕνα.

Πολλῶν δ’ απολλυμένων Κρέων ἐκζητῶν(9) ἀπαλλαγὴν τοῦ κακοῦ κηρύττει τὴν βασίλείαν καὶ τὴν Λαΐου γυναῖκα δώσειν τῷ λύσοντι τὸ αἴνιγμα.

Οἰδίπους δ’ ἀκούσας ἄνθρωπον ἔφη εἶναι τὸ ὑπὸ τῆς Σφιγγὸς λεγόμενον. Οὗτος γὰρ γίγνεται βρέφος ὀχούμενος τοῖς τέτταρσι κώλοις, τελειούμενος δὲ δίπους ἐστί, γηράσκων δὲ καὶ τὴν τρίτην βάσιν λαμβάνει, τὴν βακτηρίαν.

῾Η μὲν οὖν Σφὶγξ ἀπὸ τῆς ἀκροπόλεως ἑαυτὴν ἔρριψεν, Οἰδίπους δὲ τὴν βασιλείαν παρέλαβε καὶ τὴν μητέρα Ιοκάστην ἔγημεν, ἐξ ἧς ἐτέκνωσεν Ετεοκλέα καὶ Πολυνείκη, Ἀντιγόνην καὶ Ισμήνην.

Ὕστερον δὲ τῶν λανθανόντων φανέντων(10), ἡ μὲν Ιοκάστη πνιγμὸν ἑαυτῆ παρεσκεύασεν, Οἰδίπους δ’ ἐξόρυξιν τῶν ὀφθαλμῶν. Οὕτω τυφλὸς ὑπ’ Ἀντιγόνης φερόμενος εἰς Κολωνὸν Ἀττικῆς ἦλθεν, ἔνθα μετ’ οὐ πολὺ τελευτὴ τοῦ βίου αὐτῷ ἐγένετο.



ΛΕΞΙΛΟΓΙΟΝ

1. ὁ παίζων αὐλόν.- 2. χρησμοδοτῶ.- 3. υἱοθετῶ.- 4. φουσκώνω.- 5. νόθος. -6. παραμερίζω.- 7. δύναμις.- 8. κατατρώγω.- 9. ζητῶ ἐπιμόνως.- 10. ἀποδεικνύομαι. 





DMCA.com Protection Status


author image

About the Author

This article is written by: Φιλόλογος Ερμής - He has already written over 2.200 articles for Φιλόλογος Ερμής. Φιλόλογος Ερμής has Graduate Diploma in Classical Philology, Postgraduate Diploma in Applied Pedagogic, and is Candidate Doctor(Dph) of Classical Philology. Stay touch with him on Twitter, Facebook or email him