ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ









ΧΡΙΣΤΟΥ ΠΑΠΑΝΑΣΤΑΣΙΟΥ


 

ΠΕΡΙΚΛΕΟΥΣ ΕΠΙΤΑΦΙΟΣ


(Β, 34 - 46)

34. ᾽Εν δὲ τῷ αὐτῷ χειμῶνι Ἀθηναῖοι τῷ πατρίῳ νόμῳ χρώμενοι δημοσίᾳ ταφὰς ἐποιήσαντο τῶν ἐν τῷδε τῷ πολέμῳ πρώτων ἀποθανόντων τρόπῳ τοιῷδε. τὰ μὲν ὀστᾶ προτίθενται τῶν ἀπογενομένων πρότριτα σκηνὴν ποιήσαντες καὶ ἐπιφέρει τῷ αὑτοῦ ἕκαστος, ἤν τι βούληται· ἐπειδὰν δὲ ἡ ἐκφορὰ ᾖ, λάρνακας κυπαρισσίνας ἄγουσιν ἅμαξαι φυλῆς ἑκάστης μίαν· ἕνεστι δὲ τὰ ὀστᾶ, ἧς ἕκαστος ἦν φυλῆς, μία δὲ κλίνη κενὴ φέρεται ἐστρωμένη τῶν ἀφανῶν, οἵ ἂν μὴ εὑρεθῶσιν ἐς ἀναίρεσιν. ξυνεκφέρει δὲ ὁ βουλόμενος καὶ ἀστῶν καὶ ξένων καὶ γυναῖκες πάρεισιν αἱ προσήκουσαι ἐπὶ τὸν τάφον ὀλοφυρόμεναι. τιθέασιν οὖν ἐς τὸ δημόσιον σῆμα, ὅ ἐστιν ἐπὶ τοῦ καλλίστου προαστίου τῆς πόλεως καὶ αἰεὶ ἐν αὐτῷ θάπτουσι τοὺς ἐκ τῶν πολέμων πλήν γε τοὺς ἐν Μαραθῶνι· ἐκείνων δὲ διαπρεπῆ τὴν ἀρετὴν κρίναντες αὐτοῦ καὶ τὸν τάφον ἐποίησαν. ἐπειδὰν δὲ κρύψωσι γῇ, ἀνὴρ ᾑρημένος ὑπὸ τῆς πόλεως, ὅς ἄν γνώμῃ τε δοκῇ μὴ ἀξύνετος εἶναι καὶ ἀξιώσει προήκῃ, λέγει ἐπ’ αὐτοῖς ἔπαινον τὸν πρέποντα. μετὰ δὲ τοῦτο ἀπέρχονται. ὧδε μὲν θάπτουσι· καὶ διὰ παντὸς τοῦ πολέμου, ὁπότε ξυμβαίη αὐτοῖς, ἐχρῶντο τῷ νόμῳ. ἐπὶ δ’ οὖν τοῖς πρώτοις τοῖσδε Περικλῆς ὁ Ξανθίππου ᾑρέθη λέγειν. καὶ ἐπειδὴ καιρὸς ἐλάμβανε, προελθὼν ἀπὸ τοῦ σήματος ἐπὶ βῆμα ὑψηλὸν πεποιημένον, ὅπως ἀκούοιτο ὡς ἐπὶ πλεῖστον τοῦ ὁμίλου, ἔλεγε τοιάδε.


35. «Οἱ μὲν οὗν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων ἐπαινοῦσι τὸν προσθέντα τῷ νόμῳ τὸν λόγον τόνδε, ὡς καλὸν ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ἀγορεύεσθαι αὐτόν. ἐμοὶ δὲ ἀρκοῦν ἂν ἐδόκει εἶναι ἀνδρῶν ἀγαθῶν ἔργῳ γενομένων ἔργῳ καὶ δηλοῦσθαι τὰς τιμάς, οἷα καὶ νῦν περὶ τὸν τάφον τόνδε δημοσίᾳ παρασκευασθέντα ὁρᾶτε, καὶ μὴ ἐν ἑνὶ ἀνδρὶ πολλῶν ἀρετὰς κινδυνεύεσθαι εὖ τε καὶ χεῖρον εἰπόντι πιστευθῆναι. χαλεπὸν γὰρ τὸ μετρίως εἰπεῖν ἐν ᾧ μόλις καὶ ἡ δόκησις τῆς ἀληθείας βεβαιοῦται. ὅ τε γὰρ ξυνειδὼς καὶ εὔνους ἀκροατὴς τάχ’ ἄν τι ἐνδεεστέρως πρὸς ἅ βούλεταί τε καὶ ἐπίσταται νομίσειε δηλοῦσθαι, ὃ τε ἄπειρος ἔστιν ἅ καὶ πλεονάζεσθαι, διὰ φθόνον, εἴ τι ὑπὲρ τὴν αὑτοῦ φύσιν ἁκούοι. μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσι περὶ ἑτέρων λεγόμενοι, ἐφ’ όσον ἂν καὶ αὐτὸς ἕκαστος οἴηται ἱκανὸς εἶναι δρᾶσαί τὶ ὧν ἤκουσε· τῷ δὲ ὑπερβάλλοντι αὐτῶν φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν. ἐπειδὴ δὲ τοῖς πάλαι οὕτως ἐδοκιμάσθη ταῦτα καλῶς ἔχειν, χρὴ καὶ ἐμὲ ἑπόμενον τῷ νόμῳ πειρᾶσθαι ὑμῶν τῆς ἑκάστου βουλήσεώς τε καὶ δόξης τυχεῖν ὡς ἐπὶ πλεῖστον».

36. «῎Αρξομαι δὲ ἀπὸ τῶν προγόνων πρῶτον· δίκαιον γὰρ αὐτοῖς καὶ πρέπον δὲ ἅμα ἐν τῷ τοιῷδε τὴν τιμὴν ταύτην τὴς μνήμης δίδοσθαι. τὴν γὰρ χώραν οἱ αὐτοὶ αἰεὶ οἰκοῦντες διαδοχῇ τῶν ἐπιγιγνομένων μέχρι τοῦδε ἐλευθέραν δι’ ἀρετὴν παρέδοσαν. καὶ ἐκεῖνοί τε ἄξιοι ἐπαίνου καὶ ἔτι μᾶλλον οἱ πατέρες ἡμῶν. κτησάμενοι γὰρ πρὸς οἷς ἐδέξαντο ὅσην ἕχομεν ἀρχὴν οὐκ ἀπόνως, ἡμῖν τοῖς νῦν προσκατέλιπον. τὰ δὲ πλείω αὐτῆς αὐτοὶ ἡμεῖς οἵδε οἱ νῦν ἓτι ὄντες μάλιστα ἐν τῇ καθεστηκυία ἡλικίᾳ ἐπηυξήσαμεν, καὶ τὴν πόλιν τοῖς πᾶσι παρεσκευάσαμεν καὶ ἐς πόλεμον καὶ ἐς εἰρήνην αὐταρκεστάτην. ὧν ἐγὼ τὰ μὲν κατὰ πολέμους ἔργα, οἷς ἕκαστα ἐκτήθη, ἤ εἵ τι αὐτοὶ ἢ οἱ πατέρες ἡμῶν βάρβαρον ἢ ῞Ελληνα πολέμιον ἐπιόντα προθύμως ἠμυνάμεθα, μακρηγορεῖν ἐν εἰδόσιν οὐ βουλόμενος, ἐάσω· ἀπὸ δὲ οἵας τε ἐπιτηδεύσεως ἤλθομεν έπ῾ αὐτὰ καὶ μεθ’ οἵας πολιτείας καὶ τρόπων ἐξ οἵων μεγάλα ἐγένετο, ταῦτα δηλώσας πρῶτον εἶμι καὶ ἐπὶ τὸν τῶνδε ἔπαινον, νομίζων ἐπί τε τῷ παρόντι οὐκ ἄν ἀπρεπῆ λεχθῆναι αὐτὰ καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων ξύμφορον εἶναι ἐπακοῦσαι αὐτῶν».

37. «Χρώμεθα γὰρ πολιτείᾳ οὐ ζηλούσῃ τοὺς τῶν πέλας νόμους, παράδειγμα δὲ μᾶλλον αὐτοὶ ὄντες τισὶν ἢ μιμούμενοι ἑτέρους. καὶ ὄνομα μὲν διὰ τὸ μὴ ἐς ὀλίγους ἀλλ’ ἐς πλείονας οἰκεῖν δημοκρατία κέκληται, μέτεστι δὲ κατὰ μὲν τοὺς νόμους πρὸς τὰ ἴδια διάφορα πᾶσι τὸ ἴσον, κατὰ δὲ τὴν ἀξίωσιν, ὡς ἓκαστος ἔν τῳ εὐδοκιμεῖ, οὐκ ἀπὸ μέρους τὸ πλέον ἐς τὰ κοινὰ ἢ ἀπ’ ἀρετῆς προτιμᾶται, οὐδ’ αὖ κατὰ πενίαν, ἔχων δέ τι ἀγαθὸν δρᾶσαι τὴν πόλιν, ἀξιώματος ἀφανείᾳ κεκώλυται. ἐλευθέρως δὲ τά τε πρὸς τὸ κοινὸν πολιτεύομεν καὶ ἐς τὴν πρὸς ἀλλήλους τῶν καθ’ ἡμέραν ἐπιτηδευμάτων ὑποψίαν, οὐ δι’ ὀργῆς τὸν πέλας, εἰ καθ’ ἡδονήν τι δρᾷ ἔχοντες, οὐδὲ ἀζημίους μέν, λυπηρὰς δὲ τῇ ὄψει ἀχθηδόνας προστιθέμενοι. ἀνεπαχθῶς δὲ τὰ ἴδια προσομιλοῦντες τὰ δημόσια διὰ δέος μάλιστα οὐ παρανομοῦμεν, τῶν τε αἰεὶ ἐν ἀρχῇ ὄντων ἀκροάσει καὶ τῶν νόμων, καὶ μάλιστα αὐτῶν ὅσοι τε ἐπ’ ὠφελίᾳ τῶν ἀδικουμένων κεῖνται καὶ ὅσοι ἄγραφοι ὄντες αἰσχύνην ὁμολογουμένην φέρουσι».

38. «Καὶ μὴν καὶ τῶν πόνων πλείστας ἀναπαύλας τῇ γνώμῃ ἐπορισάμεθα, ἀγῶσι μέν γε καί θυσίαις διετησίοις νομίζοντες, ἰδίαις δὲ κατασκευαῖς εὐπρεπέσιν, ὧν καθ’ ἡμέραν ἡ τέρψις τὸ λυπηρὸν ἐκπλήσσει. ἐπεσέρχεται δὲ διὰ μέγεθος τῆς πόλεως ἐκ πάσης γῆς τὰ πάντα, καὶ ξυμβαίνει ἡμῖν μηδὲν οἰκειοτέρᾳ τῇ ἀπολαύσει τὰ αὐτοῦ ἀγαθὰ γιγνόμενα καρποῦσθαι ἢ καὶ τὰ τῶν ἄλλων ἀνθρώπων».

39. «Διαφέρομεν δὲ καὶ ταῖς τῶν πολεμικῶν μελέταις τῶν ἐναντίων τοῖσδε. τήν τε γὰρ πόλιν κοινὴν παρέχομεν καὶ οὐκ ἔστιν ὅτε ξενηλασίαις ἀπείργομέν τινα ἢ μαθήματος ἤ θεάματος ὃ μὴ κρυφθὲν ἄν τις τῶν πολεμίων ἴδὼν ὡφεληθείη, πιστεύοντες οὐ ταῖς παρασκευαῖς τὸ πλέον καὶ ἀπάταις ἢ τῷ ἀφ῾ ἡμῶν αὐτῶν ἐς τὰ ἔργα εὐψύχῳ· καὶ ἐν ταῖς παιδείαις οἱ μὲν ἐπιπόνῳ ἀσκήσει εὐθὺς νέοι ·ὄντες τὸ ἀνδρεῖον μετέρχονται, ἡμεῖς δὲ ἀνειμένως διαιτώμενοι οὐδὲν ἧσσον ἐπὶ τους κινδύνους ἰσοπαλεῖς χωροῦμεν. τεκμήριον δέ· οὔτε γὰρ Λακεδαιμόνιοι καθ’ ἑαυτούς, μεθ’ ἁπάντων δὲ ἐς τὴν γῆν ἡμῶν στρατεύουσι, τήν τε τῶν πέλας αὐτοὶ ἐπελθόντες οὐ χαλεπῶς ἐν τῇ ἀλλοτρίᾳ τοὺς περὶ τῶν οἰκείων ἀμυνομένους μαχόμενοι τὰ πλείω κρατοῦμεν· ἁθρόᾳ τε τῇ δυνάμει ἡμῶν οὐδείς πω πολέμιος ἐνέτυχε διὰ τὴν τοῦ ναυτικοῦ τε ἅμα ἐπιμέλειαν καὶ τὴν ἐν τῇ γῇ ἐπὶ πολλὰ ἡμῶν αὐτῶν ἐπίπεμψιν· ἢν δέ που μορίῳ τινὶ προσμείξωσι, κρατήσαντές τέ τινας ἡμῶν πάντας αὐχοῦσιν ἀπεῶσθαι καὶ νικηθέντες ὑφ’ ἁπάντων ἡσσῆσθαι. καίτοι εἰ ῥᾳθυμίᾳ μᾶλλον ἢ πόνων μελέτῃ καὶ μὴ μετὰ νόμων τὸ πλέον ἢ τρόπων ἀνδρείας ἐθέλομεν κινδυνεύειν, περιγίγνεται ἡμῖν τοῖς τε μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνειν, καὶ ἐς αὐτὰ ἐλθοῦσι μὴ ἀτολμοτέρους τῶν αἰεὶ μοχθούντων φαίνεσθαι, καὶ ἔν τε τούτοις τὴν πόλιν ἀξίαν εἶναι θαυμάζεσθαι καὶ ἔτι ἐν ἄλλοις».

40. «Φιλοκαλοῦμέν τε γὰρ μετ’ εὐτελείας καὶ φιλοσοφοῦμεν ἄνευ μαλακίας· πλούτῳ τε ἔργου μᾶλλον καιρῷ ἢ λόγου κόμπῳ χρώμεθα, καὶ τὸ πένεσθαι οὐχ ὁμολογεῖν τινα αἰσχρόν, ἀλλὰ μὴ διαφεύγειν ἔργῳ αἴσχιον. ἔνι τε τοῖς αὐτοῖς οἰκείων ἅμα καὶ πολιτικῶν ἐπιμέλεια καὶ ἑτέροις ἕτερα πρὸς ἔργα τετραμμένοις τὰ πολιτικὰ μὴ ἐνδεῶς γνῶναι· μόνοι γὰρ τόν τε μηδὲν τῶνδε μετέχοντα οὐκ ἀπράγμονα, ἀλλ’ ἀχρεῖον νομίζομεν, καὶ οἱ αὐτοὶ ἤτοι κρίνομέν γε ἢ ἐνθυμούμεθα ὀρθῶς τὰ πράγματα, οὐ τοὺς λόγους τοῖς ἔργοις βλάβην ἡγούμενοι ἀλλὰ μὴ προδιδαχθῆναι μᾶλλον λόγῳ πρότερον ἢ ἐπὶ ἃ δεῖ ἔργῳ ἐλθεῖν. διαφερόντως γὰρ δὴ καὶ τόδε ἔχομεν ὥστε τολμᾶν τε οἱ αὐτοὶ μάλιστα καὶ περὶ ὧν ἐπιχειρήσομεν ἐκλογιζεσθαι· ὅ τοῖς ἄλλοις ἀμαθία μὲν θράσος, λογισμὸς δὲ ὄκνον φέρει. κράτιστοι δ’ ἂν ψυχὴν δικαίως κριθεῖεν οἱ τά τε δεινὰ καὶ ἡδέα σαφέστατα γιγνώσκοντες καὶ διὰ ταῦτα μὴ ἀποτρεπόμενοι ἐκ τῶν κινδύνων. καὶ τὰ ἐς ἀρετὴν ἐνηντιώμεθα τοῖς πολλοῖς· οὑ γὰρ πάσχοντες εὖ, ἀλλὰ δρῶντες κτώμεθα τοὺς φίλους. βεβαιότερος δὲ ὁ δράσας τὴν χάριν ὥστε ὀφειλομένην δι᾽,εὐνοίας ᾧ δέδωκε σῴζειν˙ ὁ δὲ ἀντοφείλων ἀμβλύτερος, εἰδὼς οὐκ ἐς χάριν, ἀλλ’ ὡς ὀφείλημα τὴν ἀρετὴν ἀποδώσων. καὶ μόνοι οὐ τοῦ ξυμφέροντος μᾶλλον λογισμῷ ἢ τῆς ἐλευθερίας τῷ πιστῷ ἀδεῶς τινα ὠφελοῦμεν».

41. «Ξυνελών τε λέγω τήν τε πᾶσαν πόλιν τῆς ῾Ελλάδος παίδευσιν εἶναι καὶ καθ’ ἕκαστον δοκεῖν ἄν μοι τὸν αὐτὸν ἄνδρα παρ’ ἡμῶν ἐπὶ πλεῖστ’ ἂν εἴδη καὶ μετὰ χαρίτων μάλιστ’ ἄν εὐτραπέλως τὸ σῶμα αὔταρκες παρέχεσθαι. καὶ ὡς οὐ λόγων ἐν τῷ παρόντι κόμπος τάδε μᾶλλον ἢ ἔργων ἐστὶν ἀλήθεια, αὐτὴ ἡ δύναμις τῆς πόλεως, ἢν ἀπὸ τῶνδε τῶν τρόπων ἐκτησάμεθα, σημαίνει. μόνη γὰρ τῶν νῦν άκοῆς κρείσσων ἓς πεῖραν ἔρχεται, καὶ μόνη οὔτε τῷ πολεμίῳ ἐπελθόντι ἀγανάκτησιν ἔχει ὑφ’ οἵων κακοπαθεῖ, οὔτε τῷ ὑπηκόῳ κατάμεμψιν ὡς οὐχ ὑπὸ ἀξίων ἄρχεται. μετὰ μεγάλων δὲ σημείων καὶ οὐ δή τοι ἀμάρτυρόν γε τὴν δύναμιν παρασχόμενοι τοῖς τε νῦν καὶ τοῖς ἔπειτα θαυμασθησόμεθα, οὐδὲν προσδεόμενοι οὔτε ῾Ομήρου ἐπαινέτου οὔτε ὅστις ἔπεσι μὲν τὸ αὐτίκα τέρψει, τῶν δ’ ἔργων τὴν ὑπόνοιαν ἡ ἀλήθεια βλάψει, ἀλλὰ πᾶσαν μὲν θάλασσαν καὶ γῆν ἐσβατὸν τῇ ἡμετέρᾳ τόλμῃ καταναγκάσαντες γενέσθαι, πανταχοῦ δὲ μνημεῖα κακῶν τε κἀγαθῶν ἀίδια ξυγκατοικίσαντες. περὶ τοιαύτης οὖν πόλεως οἵδε τε γενναίως δικαιοῦντες μὴ ἀφαιρεθῆναι αὐτὴν μαχόμενοι ετελεύτησαν, καὶ τῶν λειπομένων πάντα τινὰ εἰκὸς ἐθέλειν ὑπὲρ αὐτῆς κάμνειν».

42. «Δι’ ὅ δὴ καὶ ἐμήκυνα τὰ περὶ τῆς πόλεως, διδασκαλίαν τε ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν ἀγῶνα καὶ οἵς τῶνδε μηδὲν ὑπάρχει ὁμοίως, καὶ τὴν εὐλογίαν ἅμα ἐφ’ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς. καὶ εἴρηται αὐτῆς τὰ μέγιστα. ἃ γὰρ τὴν πόλιν ὕμνησα, αἱ τῶνδε καὶ τῶν τοιῶνδε ἀρεταὶ ἐκόσμησαν, καὶ οὐκ ἄν πολλοῖς τῶν ῾Ελλήνων ἰσόρροπος ὥσπερ τῶνδε ὁ λόγος τῶν ἔργων φανείη. δοκεῖ δέ μοι δηλοῦν ἀνδρὸς ἀρετὴν πρώτη τε μηνύουσα καὶ τελευταία βεβαιοῦσα ἡ νῦν τῶνδε καταστροφή. καὶ γὰρ τοῖς τἆλλα χείροσι δίκαιον τὴν ἐς τοὺς πολέμους ὑπὲρ τῆς πατρίδος ἀνδραγαθίαν προτίθεσθαι˙ ἀγαθῷ γὰρ κακὸν ἀφανίσαντες κοινῶς μᾶλλον ὠφέλησαν ἢ ἐκ τῶν ἰδίων ἔβλαψαν. τῶνδε δὲ οὔτε πλούτου τις τὴν ἔτι ἀπόλαυσιν προτιμήσας ἐμαλακίσθη, οὔτε πενίας ἐλπίδι, ὡς κἄν ἕτι διαφυγὼν πλουτήσειεν, ἀναβολὴν τοῦ δεινοῦ ἐποιήσατο˙ τὴν δὲ τῶν ἐναντίων τιμωρίαν ποθεινοτέραν αὐτῶν λαβόντες καὶ κινδύνων ἅμα τόνδε κάλλιστον νομίσαντες ἐβουλήθησαν μετ’ αὐτοῦ τοὺς μὲν τιμωρεῖσθαι, τῶν δὲ ἐφίεσθαι, ἐλπίδι μὲν τὸ ἀφανὲς τοῦ κατορθώσειν ἑπιτρέψαντες, ἔργῳ δὲ περὶ τοῦ ἤδη ὁρωμένου σφίσιν αὐτοῖς ἀξιοῦντες πεποιθέναι˙ καὶ ἐν αὐτῷ τὸ ἀμύνεσθαι καὶ παθεῖν κάλλιον ἡγησάμενοι ἢ τὸ ἐνδόντες σῴζεσθαι, τὸ μὲν αἰσχρὸν τοῦ λόγου ἔφυγον, τὸ δ’ ἔργον τῷ σώματι ὑπέμειναν, καὶ δι’ ἐλαχίστου καιροῦ τύχης ἅμα ἀκμῇ τῆς δόξης μᾶλλον ἤ τοῦ δέους ἀπηλλάγησαν».

43. «Καὶ οἳδε μὲν προσηκόντως τῇ πόλει τοιοίδε ἐγένοντο˙ τοὺς δὲ λοιποὺς χρὴ ἀσφαλεστέραν μὲν εὔχεσθαι ἀτολμοτέραν δὲ μηδὲν ἀξιοῦν τὴν ἐς τοὺς πολεμίους διάνοιαν ἔχειν, σκοποῦντας μὴ λόγῳ μόνῳ τὴν ὠφελίαν, ἥν τί ἄν τις πρὸς οὐδὲν χεῖρον αὐτοὺς ὑμᾶς εἰδότας μηκύνοι, λέγων ὅσα ἐν τῷ τοὺς πολεμίους ἀμύνεσθαι ἀγαθὰ ἔνεστιν; ἀλλὰ μᾶλλον τὴν τῆς πόλεως δύναμιν καθ’ ἡμέραν ἔργῳ θεωμένους καὶ ἐραστὰς γιγνομένους αὐτῆς, καὶ ὃταν ὑμῖν μεγάλη δόξῃ εἶναι, ἐνθυμουμένους ὅτι τολμῶντες καὶ γιγνώσκοντες τὰ δέοντα καὶ ἐν τοῖς ἔργοις αἰσχυνόμενοι ἄνδρες αὐτὰ ἐκτήσαντο, καὶ ὁπότε καὶ πείρᾳ του σφαλεῖεν, οὐκ οὗν καὶ τὴν πόλιν γε τῆς σφετέρας ἀρετῆς ἀξιοῦντες στερίσκειν, κάλλιστον δὲ ἔρανον αὐτῇ προϊέμενοι. κοινῇ γὰρ τὰ σώματα διδόντες ἰδίᾳ τὸν ἀγήρων ἔπαινον ἐλάμβανον καὶ τὸν τάφον ἐπισημότατον, οὐκ ἐν ᾧ κεῖνται μᾶλλον, ἀλλ’ ἐν ᾧ ἡ δόξα αὐτῶν παρὰ τῷ ἐντυχόντι αἰεὶ καὶ λόγου καὶ ἔργου καιρῷ ἀείμνηστος καταλείπεται. ἀνδρῶν γὰρ ἐπιφανῶν πᾶσα γῆ τάφος, καὶ οὐ στηλῶν μόνον ἐν τῇ οἰκείᾳ σημαίνει ἐπιγραφή, ἀλλὰ καὶ ἐν τῇ μὴ προσηκούσῃ ἄγραφος μνήμη παρ’ ἑκάστῳ τῆς γνώμης μᾶλλον ἤ τοῦ ἔργου ἐνδιαιτᾶται. οὓς νῦν ὑμεῖς ζηλώσαντες καί τὸ εὔδαιμον τὸ ἐλεύθερον, τὸ δ’ ἐλεύθερον τὸ εὔψυχον κρίναντες, μὴ περιορᾶσθε τοὺς πολεμικοὺς κινδύνους, οὐ γὰρ οἱ κακοπραγοῦντες δικαιότερον ἀφειδοῖεν ἂν τοῦ βίου, οἷς ἐλπὶς οὐκ ἔστιν ἀγαθοῦ, ἀλλ’ οἷς ἡ ἐναντία μεταβολὴ ἐν τῷ ζῆν ἔτι κινδυνεύεται καὶ ἐν οἷς μάλιστα μεγάλα τὰ διαφέροντα, ἤν τι πταίσωσιν. ἀλγεινοτέρα γὰρ ἀνδρί γε φρόνημα ἔχοντι ἡ μετὰ τοῦ μαλακισθῆναι κάκωσις ἢ ὁ μετὰ ῥώμης καὶ κοινῆς ἐλπίδος ἅμα γιγνόμενος άναίσθητος θάνατος».

44. «Δι’ ὅπερ καὶ τοὺς τῶνδε νῦν τοκέας, ὅσοι πάρεστε, οὐκ ὀλοφύρομαι μᾶλλον ἢ παραμυθήσομαι. ἐν πολυτρόποις γὰρ ξυμφοραῖς ἐπίστανται τραφέντες τόδε εὐτυχές, οἳ ἄν τῆς εὑπρεπεστάτης λάχωσιν, ὥσπερ οἵδε μὲν νῦν, τελευτῆς, ὑμεῖς δὲ λύπης, καὶ οἷς ἐνευδαιμονῆσαί τε ὁ βίος ὁμοίως καὶ ἐντελευτῆσαι ξυνεμετρήθη. χαλεπὸν μὲν οὖν οἶδα, πείθειν ὄν, ὧν καὶ πολλάκις ἕξετε ὑπομνήματα ἐν ἄλλων εὐτυχίαις, αἷς ποτε καὶ αὐτοὶ ἠγάλλεσθε˙ καὶ λύπη οὐχ ὧν ἄν τις μὴ πειρασάμενος ἀγαθῶν στερίσκηται, ἀλλ’ οὗ ἂν ἐθὰς γενόμενος ἀφαιρεθῇ. καρτερεῖν δὲ χρὴ καὶ ἄλλων παίδων ἐλπίδι, οἷς ἔτι ἡλικία τέκνωσιν ποιεῖσθαι˙ ἰδίᾳ τε γὰρ τῶν οὐκ ὄντων λήθη οἱ ἐπιγιγνόμενοί τισιν ἔσονται, καὶ τῇ πόλει διχόθεν, ἔκ τε τοῦ μὴ ἐρημοῦσθαι καὶ ἀσφαλείᾳ, ξυνοίσει˙ οὐ γὰρ οἷόν τε ἴσον τι ἢ δίκαιον βουλεύεσθαι, οἳ ἂν μὴ καὶ παῖδας ἐκ τοῦ ὁμοίου παραβαλλόμενοι κινδυνεύωσιν. ὃσοι δ’ αὖ παρηβήκατε, τόν τε πλέονα κέρδος, ὃν ηὐτυχεῖτε, βίον ἡγεῖσθε καὶ τόνδε βραχὺν ἔσεσθαι, καὶ τῇ τῶνδε εὐκλείᾳ κουφίζεσθε. τὸ γὰρ φιλότιμον ἀγήρων μόνον, καὶ οὐκ ἐν τῷ ἀχρείῳ τῆς ἡλικίας τὸ κερδαίνειν, ὥσπερ τινές φασι, μᾶλλον τέρπει, ἀλλὰ τὸ τιμᾶσθαι».

45. «Παισὶ δ’ αὖ ὅσοι τῶν δε πάρεστε ἢ ἀδελφοῖς ὁρῶ μέγαν τὸν ἀγῶνα -τὸν γὰρ οὐκ ὄντα ἅπας εἴωθεν ἐπαινεῖν-, καὶ μόλις ἄν καθ’ ὑπερβολὴν ἀρετῆς οὐχ ὁμοῖοι ἀλλ’ ὀλίγῳ χείρους κριθεῖτε. φθόνος γὰρ τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλον, τὸ δὲ μὴ ἐμποδὼν ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμηται. εἰ δέ με δεῖ καὶ γυναικείας τι ἀρετῆς, ὅσαι νῦν ἐν χηρείᾳ ἔσονται, μνησθῆναι, βραχείᾳ παραινέσει ἅπαν σημανῶ. τῆς τε γὰρ ὑπαρχούσης φύσεως μὴ χείροσι γενέσθαι ὑμῖν μεγάλη ἡ δόξα καὶ ἧς ἄν ἐπ’ ἐλάχιστον ἀρετῆς πέρι ἢ ψόγου ἐν τοῖς ἄρσεσι κλέος ᾖ».

46. «Εἴρηται καὶ ἐμοὶ λόγῳ κατὰ τὸν νόμον ὅσα εἶχον πρόσφορα, καὶ ἔργῳ οἱ θαπτόμενοι τὰ μὲν ἤδη κεκόσμηνται, τὰ δὲ αὐτῶν τοὺς παῖδας τὸ ἀπὸ τοῦδε δημοσίᾳ ἡ πόλις μέχρι ἥβης θρέψει, ὠφέλιμον στέφανον τοῖσδέ τε καὶ τοῖς λειπομένοις τῶν τοιῶνδε ἀγώνων προτιθεῖσα ἆθλα γὰρ οἷς κεῖται ἀρετῆς μέγιστα, τοῖς δὲ καὶ ἄνδρες ἄριστοι πολιτεύουσι. νῦν δὲ ἀπολοφυράμενοι ὃν προσήκει ἑκάστῳ ἄπιτε».


ΣΧΟΛΙΑ:


(Β, 34 - 46)
34. χειμῶνι· τοῦ 43Ι π. Χ. νόμος = ἔθιμον. πρῶτον · οὗτοι εἶναι οἱ πεσόντες κατὰ τὰς ἐν κεφ. 19 καὶ 22 ἀναφερομένας μάχας κατὰ θάλασσαν καὶ ἐν Ποτειδαίᾳ. όστᾶ· οἰ νεκροὶ ἐν πάσῃ μάχῃ ἐκαίοντο ἐπὶ τόπου, τὰ δὲ ὀστᾶ αὐτῶν ἀνεκομίζοντο εἰς τὴν πατρίδα χάριν ἐπισήμου ταφῆς. προτίθενται = ἐκθέτουν (ἴσως ἐν τῇ ἀγορᾷ). ἀπογενόμενοι = οἱ ἀποθανόντες. πρότριτα· ἐπίρ = ἐπὶ τρεῖς κατὰ συνέχειαν ἡμέρας. σκηνὴ = παράπηγμα. ἐπιφέρω = φέρω καὶ θέτω ἐπάνω· τὰ ἐπιφερόμενα ἦσαν ἄνθη, στέφανοι, ἀρώματα καὶ σκεύη ποικίλα. λάρναξ = τεφροδόχος κάλπη. κυπαρισσίνας· διὰ τὸ ξύλον τὸ στερεὸν καὶ εὔοσμον. κλίνη = φέρετρον. φέρεται· δηλ. διὰ τῶν χειρῶν. ἐστρωμένη = σκεπασμένη διὰ νεκρικῆς σινδόνος. ἀφαν εῖς · ἐκεῖνοι τῶν ὁποίων τὰ πτώματα δὲν ἀνευρέθησαν. ἀναίρεσις = τὸ σήκωμα· ἰδίως ἐπὶ τῶν νεκρῶν καὶ ὀστῶν πρὸς ταφήν, ἀνακομιδή. ξυνεκφέρει = συμπαρακολουθεῖ. ὁ προσήκων = συγγενής. πάρεισι· αἱ γυναῖκες δὲν συνοδεύουν τὴν ἐκφοράν, ἀλλὰ μόνον παρευρίσκονται εἰς τὸν τάφον, καὶ ἐκ τούτων μόνον αἱ συγγενεῖς. τιθέασι· δηλ. τὰς λάρνακας. σῆμα = νεκροταφεῖον. προαστίου· τοῦ ἔξω Κεραμεικοῦ παρὰ τὴν ῾Αγ. Τριάδα. αἰεί · ἀφ’ ὅτου δηλ. καθιερώθη τὸ ἔθιμον τοῦτο, πάντως πρὸ τῶν Περσικῶν. αὐτοῦ · ἐν Μαραθῶνι, ὅπου σῴζεται μέχρι σήμερον. γνώμη = νοῦς. προήκω = ὑπερέχω ἀξίωσις = ὑπόληψις. ἐπ’ αὐτοῖς · = πρὸς τιμὴν αὐτῶν. ὁπότε ξυμβαίη αὐτοῖς· δηλ. χρῆσθαι τῷ νόμῳ = ὁσάκις ἐδίδετο εἰς αὐτοὺς τοιαύτη εὐκαιρία. οὖν = τέλος πάντων. καιρὸς ἐλάμβανε = ἔφθασεν ἡ κατάλληλος στιγμή. ὡς ἐπὶ πλεῖστον τοῦ ὁμίλου = εἰς ὅσον τὸ δυνατὸν περισσότερον μέρος τοῦ συνηθροισμένου πλήθους. διὰ νὰ τὸν ἀκούουν οἱ περισσότεροι. 


35. τὸν προσθέντα· καὶ ὁ Περικλῆς πιθανῶς ἠγνόει αὐτόν· ἄλλοι ὑπέθετον τὸν Σόλωνα ἄλλοι τὸν Θεμιστοκλέα, ἄλλοι τὸν ῾Αριστείδην. οἶα· δηλ. ἡ μεγαλοπρεπὴς προπομπή, οἱ θρῆνοι τῶν γυναικῶν καὶ ἡ σεμνὴ ταφή. τάφος = ταφή. καὶ μή ... κινδυνεύεσθαι ... πιστευθῆναι = καὶ νὰ μὴ διατρέχουν κίνδυνον αἱ ἀρεταὶ (αἱ διακεκριμέναι ὑπηρεσίαι) πολλῶν εἰς τὰς χεῖρας ἑνὸς ἀνδρὸς (νὰ δοθῇ δηλ. πίστις εἰς αὐτὸν εἴτε καλῶς εἴτε κακῶς ὁμιλήσῃ). μετρίως = προσηκόντως, ἐπιτυχῶς. ἐν ᾧ = ἐν ζητήματι, ἐν τῷ ὁποίῳ. ἡ δόκησις τῆς ἀληθείας = ἡ ἰδέα περὶ τοῦ ὅτι ὁ ῥήτωρ λέγει τὴν ἀλήθειαν. βεβαιοῦται = ἐξασφαλίζεται (ἐν τῇ ψυχῇ τῶν ἀκροατῶν). ξυνειδὼς = ὀ γνωρίζων, αὐτόπτης μάρτυς (τῶν πράξεων τῶν ἐπαινουμένων). ἐνδεεστέρως = ἐλλιπέστερον. ἅπειρος · δηλ. τῆς δράσεως τῶν πεσόντων. πλεονάζεσθαι = λέγεσθαι ἐπὶ τὸ ὑπερβολικώτερον (ὅτι ἐξογκώνονται). ὑπὲρ τὴν αὑτοῦ φύσιν = ὑπερβαῖνον τὰς δυνάμεις του. μέχρι τοῦδε ... εἰσί ... ὧν ἤκουσε = ἐφ’ ὅσον ἔκαστος φαντάζεται, ὅτι καὶ ὁ ἴδιος εἶναι ἱκανὸς νὰ πράξῃ τι ἐξ ἐκείνων, τὰ ὁποῖα ἤκουσε. τῷ δὲ ὑπερβάλλοντι αὐτῶν (ὧν ἤκουσε) = εἰς πᾶν δὲ ὅ,τι ὑπερβαίνει τὰς δυνάμεις του. τοῖς πάλαι οὕτως ἐδοκιμάσθη ταῦτα καλῶς ἕχειν = ὑπὸ τῶν παλαιῶν (ἐκ πείρας) εὑρέθη ὀρθόν, ὅτι ταῦτα οὕτω γινόμενα ἔχουν καλῶς. χρὴ καὶ ἐμέ ... δόξης τυχεῖν = πρέπει καὶ ἐγὼ νὰ προσπαθῶ ν’ ἀνταποκριθῶ εἰς τἡν ἐπιθυμίαν καὶ προσδοκίαν ἐκάστου, ὡς ἐπὶ πλεῖστον = ὅσον τὸ δυνατὸν περισσότερον. 


36. ἐν τῷ τοιῷδε = ἐν ἐπικηδείῳ τελετῇ, οἵα ἡ προκειμένη. ἡ τιμὴ τῆς μνήμης = ἡ κατὰ προτίμησιν μνημόνευσις, ἡ τιμὴ νὰ μνημονεύωνται πρῶτοι. διαδοχῇ = διὰ κληρονομικῆς διαδοχῆς (τῶν μεταγενεστέρων). ἐκεῖνοι · δηλ. οἱ μέχρι τῶν Περσικῶν. πατέρες· δηλ. οἱ ἀπὸ τῶν Περσικῶν μέχρι τῆς ἐν Κορωνείᾳ μᾶχης (446 π. Χ.), ὡς ὁ Αριστείδης, Κίμων, Ξάνθιππος. ὅσην ἕχομεν ἀρχὴν ( = ἐπικράτειαν)· αὕτη ὡρίσθη διὰ τῶν τριακονταετῶν σπονδῶν τῷ 445 π. Χ. τὰ πλείω· δηλ. τὴν ἐσωτερικὴν τοῦ κράτους ὀργάνωσιν, παγίωσιν τῆς ἡγεμονίας, ἐπαύξησιν τῶν φόρων κλπ. καθεστηκυῖα ἡλικία = ἡ ἡλικία, καθ’ ἥν ἐπέρχεται στάσις τῆς ἀναπτύξεως τῶν σωματικῶν δυνάμεων (ἡ ὥριμος ἀνδρικὴ ἡλικία). μάλιστα = περίπου. πᾶσι · ἐνν. χρήματα, πεζικὴν καὶ ναυτικὴν δύναμιν, φρούρια. ἐπ’ αὐτά δηλ. εἰς τὴν παροῦσαν ἰσχύν. ἐπιτήδευσις = διαγωγὴ τοῦ ἀνθρώπου ἐν τῷ ἰδιωτικῷ καὶ δημοσίῳ βίῳ, ἀρχαί. πολιτεία = ὁ δημόσιος βίος, πολιτική. τρόποι = τρόποι σκέψεως καὶ ἐνεργείας, χαρακτήρ. ἐπὶ τῷ παρόντι = εἰς τὰς παρούσας περιστάσεις. ὁ πᾶς ὅμιλος = ὅλον τὸ συγκεντρωμένον πλῆθος. ἐπακοῦσαι = μετὰ προσοχῆς ( = ἐπὶ) ἀκοῦσαι. 


37. οὐ ζηλοὺσι = ἡ ὁποία δὲν ζηλεύει (ὅπως δηλ. ἡ τῶν Λακεδαιμονίων, ἡ ὁποία ἀντέγραψε τοὺς νόμους τῆς Κρήτης). τισὶν = εἰς πάντα ἄλλον. διὰ τὸ μὴ ... οἱκεῖν = διότι εἶναι συντεταγμένον (τὸ πολίτευμα) οὕτως, ὥστε νὰ στηρίζεται ὄχι ἐπὶ τῶν ὀλίγων, ἀλλ’ ἐπὶ τοῦ λαοῦ, μέτεστι ... πᾶσι τὸ ἵσον = πάντες κατὰ τοὺς νόμους ἔχουν ἵσα δικαιώματα ὡς πρὸς τὰς ἰδιωτικάς των ὑποθέσεις. κατὰ δὲ τὴν ἀξίωσι = ὡς πρὸς δὲ τὴν ἐκτίμησιν (κατάλληλον ἐκλογὴν) τῶν προσώπων, τῶν ἐκλεγομένων διὰ τὴν διοίκησιν τῶν κοινῶν πραγμάτων. ὠς ἕκαστος ἕν τῳ εὐδοκιμεῖ, οὐκ ἀπὸ μέρους ... προτιμᾶται = καθ’ ὄσον ἕκαστος ἔν τινι κλάδῳ διακρίνεται μᾶλλον ὡς ἐκ τῆς ἱκανότητός του ἤ ὡς ἐκ τῆς προνομιούχου τάξεώς του (προτιμᾶται εἰς τὴν διοίκησιν τῶν κοινῶν)· ἤτοι αἱ δημόσιαι θέσεις καταλαμβάνονται ἐπὶ τῇ βάσει τῆς προσωπικῆς ἀξίας ἑκάστου καὶ ὄχι τῆς κοινωνικῆς του θέσεως. ῾Εν Σπάρτῃ τοὐναντίον οἱ βασιλεῖς ἐβασίλευον λόγῳ τῆς καταγωγῆς των ἀπὸ τοῦ ῾Ηρακλέους, καὶ ἂν δὲν εἶχον ἀρετήν, τὴν δὲ πόλιν ἐκυβέρνων μόνον οἱ ὅμοιοι . κατὰ πενίαν = πένης ὤν. ἀξιώματος ἀφανείᾳ = διὰ τὴν ἀσημότητα τῆς κοινωνικῆς τάξεως. ἑλευθέρως τὰ πρὸς τὸ κοινὸν πολιτεύομεν = ζῶμεν ὑπὸ τὴν προστασίαν τοῦ πολιτεύματος ἄνευ περιορισμῶν εἰς τὰς πρὸς τὴν πολιτείαν σχέσεις ἡμῶν (τὸν δημόσιον βίον). καὶ ἐς τὴν πρὸς ἁλλήλους ... ὑποψίαν = καὶ εἰς τὰς πρὸς ἀλλήλους σχέσεις εἴμεθα ἀπηλλαγμένοι τῆς ἀμοιβαίας ὑποψίας (= καχυπόπτου ἐπιτηρήσεως) τῶν καθημερινῶν ἀσχολιῶν. ‘Υπαινίσσεται καὶ ἐνταῦθα τὴν Σπάρτην, ὅπου πράττων τις κατὰ βούλησιν ἐπέσυρε τὴν περιέργειαν τῶν ἂλλων, οἵτινες ἐξήταζον τί πράττει ὁ ἅλλος καὶ διατί. οὑδὲ ἀζημίους μὲν λυπηρὰς δέ ... προστιθέμενοι = χωρὶς νὰ στενοχωρούμεθα διὰ πράξεις ἄλλων, αἱ ὁποῖαι δὲν εἶναι μὲν ἅξιαι τιμωρίας, ἀλλὰ προκαλοῦν δυσάρεστον συναίσθημα εἰς ὅσους τὰς βλέπουν. τὰ δημόσια ... οὐ παρανομοῦμεν = εἰς τὰς πρὸς τὴν πολιτείαν σχέσεις μας ἀποφεύγομεν τὰς παρανομίας ἀπὸ εὐλάβειαν. τῶν ἐν ἀρχῇ = τῶν ἀρχόντων. ἀκροάσει = δι’ ὑπακοήν, πειθαρχοῦντες. κεῖνται = εἶναι νομοθετημένοι. ἄγραφοι = οἱ ἠθικοὶ νόμοι (οἱ ὁποῖοι ὑπάρχουν εἰς τὴν συνείδησιν τῶν ἀνθρώπων). 


38. καὶ μὴν καὶ = ἀλλὰ πρὸς τούτοις (οὐ μόνον ἐν τῷ ἄλλῳ βίῳ ἐπικρατεῖ ἡ ἐλευθεριότης, ἀλλὰ καὶ ἐν ταῖς ἀναπαύλαις). ἀναπαύλας τῇ γνὼμῃ ἐπορισάμεθα = εὕρομεν μέσα πνευματικῆς ἀναπαύσεως (ψυχαγωγίας). διετήσιος = ὀ καθ’ ὅλον τὸ ἔτος γινόμενος. ῾Εν Ἀθήναις ὑπῆρχε πλῆθος ἑορτῶν. νομίζοντες ἀγῶσι = χρὼμενοι ... ἵδιαι κατασκευαί · ἰδιωιικαὶ οἰκίαι καὶ ὁ ἐσωτερικὸς διάκοσμος αὐτῶν (ἐπιπλώσεις). ὦν ἡ τέρψις τὸ λυπηρὸν ἐκπλήσσει = ἡ ἐκ τῶν ὁποίων εὐχαρίστησις ἐκβάλλει τὴν λύπην (διαλύει τὴν δυσθυμίαν). ἑπεσέρχεται = εἰσάγονται πρὸς τούτοις. καὶ ξυμβαίνει ἡμῖν ... ἀνθρώπων = καὶ συμβαίνει εἰς ἡμᾶς νὰ ἀπολαύωμεν τὰ προϊόντα (= ἀγαθὰ) τῶν ἅλλων χωρῶν μετὰ τῆς αὐτῆς οἰκειότητος (εὐκολίας), μετὰ τῆς ὁποίας ἀπολαύομεν τὰ προϊόντα τῆς ᾽Αττικῆς(= τὰ αὐτοῦ γιγνόμενα). 


39. τῶν πολεμικῶν μελέταις = ἐν τῷ κύκλῳ τῆς πολεμικῆς ἐκπαιδεύσεως. οὐκ ἔστιν ὅτε = οὐδέποτε. ξηνηλασίαι = ἀπελάσεις ξένων· ὅπως δηλ. ἐγίνοντο ἐν Σπάρτῃ διὰ τὸν φόβον ἐπιδράσεως ξενικῶν τρόπων εἰς τὰ ἤθη των. ἀπάταις · ὅπως δηλ. ἐδιδάσκοντο οἱ νέοι τῆς Σπάρτης, διὰ νὰ γίνωνται πολυμήχανοι καὶ ἀπατῶσι τοὺς ἐχθρούς. τῷ ἀφ’ ἡμῶν αὐτῶν ἐς τὰ ἔργα εὐψύχῳ = (πιστεύοντες) εἰς τὴν ἔμφυτον (προσωπικὴν) ἡμῶν γενναιοψυχίαν ἐν τῷ πολέμῳ (κατὰ τὴν ὥραν τῆς δράσεως). παιδεῖαι = τὸ παιδαγωγικὸν σύστημα. τὸ ἀνδρεῖον μετέρχονται = ἐπιδιώκουν τὴν ἀνδρείαν (ὡς σκοπὸν τῆς ἀγωγῆς) ἀνειμένως = ἀνέτως. ἰσοπαλὴς = ἰσοδύναμος. καθ’ ἑαυτοὺς = μόνοι των. τήν τε τῶν πέλας αὐτοὶ ἐπελθόντες = ὅταν ἡμεῖς οἱ ἴδιοι (= αὐτοὶ) εἰσβάλωμεν εἰς τὴν χώραν τῶν ἄλλων. οὐ χαλεπῶς ἐν τῇ ἀλλοτρίᾳ = τὰ πλείω κρατοῦμεν = μαχόμενοι ἐν τῇ ξένῃ γῇ νικῶμεν εὐκόλως ὡς ἐπὶ τὸ πλεῖστον τοὺς ὑπὲρ βωμῶν καὶ ἑστιῶν ἀμυνομένους. διὰ τὴν ἐν τῇ γῇ ἐπὶ πολλά ... ἐπίπεμψιν = διότι εἰς πολλὰς κτήσεις ἀποστέλλομεν ἄνδρας ἀπὸ ἡμᾶς τοὺς ἰδίους. προσμείγνυμι = ἔρχομαι εἰς χεῖρας, συμπλέκομαι. αὐχῶ = καυχῶμαι. καίτοι εἰ ῥᾳθυμίᾳ μᾶλλον ... κινδυνεύειν = καὶ ὄντως ἐνῷ κατερχόμεθα εἰς τοὺς κινδύνους μὲ μόνον ἐφόδιον τὴν ἄνετον δίαιταν (ῥᾳθυμίᾳ = ἀνέτως διαιτώμενοι) μᾶλλον παρὰ τὴν ἐπίπονον ἄσκησιν (= πόνων μελέτῃ) καὶ μὲ ἀνδρείαν προερχομένην μᾶλλον ἐκ τῆς ἐλευθερίου μορφώσεως (ἀνατροφῆς ἡμῶν = τρόπων ἀνδρείας) παρὰ ἐκ τῆς ἐπιβολῆς τῶν νόμων (μετὰ νόμων). περιγίγνεται ἡμῖν ... μὴ προκάμνειν = ἕχομεν τὸ πλεονέκτημα νὰ μὴ ἀποκάμνωμεν (καταπονούμεθα) ἐκ τῶν προτέρων διὰ τὰ μέλλοντα δεινὰ (= ἕνεκα τῶν ἐναγωνίων πολεμικῶν παρασκευῶν, τὰς ὁποίας προκαλοῦν οἱ μέλλοντες κίνδυνοι). αἰεὶ μοχθούντων = τῶν ὑποβαλλομένων εἰς συνεχεῖς ἐπιμόχθους ἀσκήσεις. ἀξίαν εἶναι· ἐξαρτ. ἐκ τοῦ ἐνν. φημί. 


40. εὐτέλεια = λιτότης. φιλοσοφῶ = ἀσχολοῦμαι εἰς τὰ γράμματα. μαλακία = τρυφηλότης. φιλοκαλοῦμεν ... ἄνευ μαλακίας = θεραπεύομεν τὰς ὡραίας τέχνας μὲ μικρὰν δαπάνην καὶ καταγινόμεθα εἰς τὰ γράμματα χωρὶς νὰ ἐκθηλυνώμεθα. Ταῦτα λέγει ὁ Περικλῆς, διότι οἱ Λακ. κατηγόρουν τοὺς Ἀθηναίους ἐπὶ πολυτελείᾳ καὶ τρυφῇ, ἐνῷ αὐτοὶ ἐφοβοῦντο μήπως αἱ τέχναι καὶ τὰ γράμματα τοὺς ἐκθηλύνουν. πλούτῳ ἔργου ... χρώμεθα = καὶ τὸν πλοῦτον χρησιμοποιοῦμεν μᾶλλον ὡς ἀφορμὴν (κινητήριον δύναμιν) πρὸς ἐπιτέλεσιν ἔργων ἡ ὡς ἀφορμὴν πρὸς κομπορρημοσύνην (ἐπίδειξιν). καὶ τὸ πένεσθαι ... αἴσχιον = τὸ νὰ ὁμολογῇ κανεὶς τὴν πενίαν δὲν εἶναι ἐντροπή, ἀλλὰ τοὐναντίον ἐντροπὴ εἶναι τὸ νὰ μὴ ἀποφεύγῇ κανεὶς αὐτὴν διὰ τῆς ἐργασίας (κατὰ λέξιν : ἀλλά, καὶ ἂν νομίζῃ κανείς, ὅτι τοῦτο εἶναι ἐντροπή, μεγαλυτέρα ἐντροπὴ εἶναι (αἴσχιον). ἕνι = ἔνεστι, εἶναι δυνατόν. τοῖς αὐτοῖς· εἶναι οἱ πολιτευόμενοι (κυρίως). ἐτέροις· εἶναι οἱ ἐπαγγελματίαι. πρὸς ἔργα τετραμμένοις = ἐνῷ ἀσχολοῦνται εἰς τὰ ἐπαγγέλματά των = γνῶναι (ἔνι) = νὰ ἔχουν πλήρη γνῶσιν τῶν πολιτικῶν (δημοσίων) ζητημάτων. ᾽Εν Σπάρτῃ εἰς μὲν τοὺς Σπαρτιάτας δὲν ἐπετρέπετο νὰ ἀσχολοῦνται εἰς χειρωνακτικὰ ἐπαγγέλματα, οἱ δὲ ἀσκοῦντες τὰ ἐπαγγέλματα ταῦτα Λακεδαιμόνιοι φαίνεται, ὅτι δὲν ἦσαν ἐμπειροι εἰς τὰ πολιτικά. ἀχρεῖος = ἄχρηστος. καὶ οἱ αὐτοὶ ἤτοι κρίνομέν γε ... τὰ πράγματα = καὶ ἡμεῖς οἱ ἴδιοι (ὅλοι οἱ πολῖται) ἤ ἐκφέρομεν τοὐλάχιστον γνώμην ἐπὶ τῶν ὑπὸ τῶν ἄλλων (κυρίως πολιτικῶν) προτεινομένων ζητημάτων ἢ συλλαμβάνομεν ἰδίας ὀρθὰς γνώμας καὶ ὑποβάλλομεν αὐτὰς ὑπὸ τὴν κρίσιν ἄλλων (ὡς μέλη τῆς βουλῆς.) ἀλλὰ μὴ προδιδαχθῆναι ... ἔργῳ ἐλθεῖν = ἀλλὰ μᾶλλον (βλάβην ἡγούμενοι) τὸ νὰ μὴ φωτισθῶμεν διὰ λόγων πρότερον, πρὶν ἐκτελέσωμεν (πραγματοποιήσωμεν) ὅσα πρέπει νὰ γίνουν. διαφερόντως καὶ τόδε ἔχομεν = ὑπερέχομεν καὶ κατὰ τὸ ἑξῆς. ὥστε τολμᾶν = ὅτι τολμῶμεν. οἱ αὐτοὶ = συγχρόνως. ἐκλογίζομαι = ὑπολογίζω ἀκριβῶς. μάλιστα· ἀναφ. εἰς τὰ δύο ἀπορέμφατα. = τοῦτο δὲ = τοὐναντίον ὅμως. ἀμαθία = ἡ τῶν κινδύνων ἄγνοια. θράσος = ἄλογος τόλμη. λογισμὸς = ὀρθη (μελετημένη) σκέψις. κράτιστοι τὴν ψυχὴν = γενναιοψυχότατοι. τὰ δεινὰ = οἱ κίνδυνοι. διὰ ταῦτα = διὰ τοῦτο (τὸ γιγνώσκειν). καὶ τὰ ἐς ἀρετὴν ἐνηντιώμεθα τοῖς πολλοῖς = καὶ ὡς πρὸς τὴν εὐεργετικὴν διάθεσιν διαφέρομεν ἀπὸ τοὺς ἄλλους. βεβαιότερος ὁ δράσας ... σῴζειν = σταθερώτερος φίλος εἶναι ὁ εὐεργετήσας οὕτως, ὥστε νὰ φροντίζῃ νὰ διατηρῆται ζωντανὴ πάντοτε ἡ ἀνάμνησις τῆς ὀφειλῆς του διὰ τὴν εὐεργεσίαν (νὰ διατηρῇ τὴν εὐγνωμοσύνην τοῦ εὐεργετηθέντος διὰ τῆς διαρκοῦς πρὸς αὐτὸν εὐνοίας του). ὁ δ’ ἀντοφείλων ... ἀποδώσων = ἐνῷ ὁ ὑποχρεωμἑνος εἶναι ὄχι τόσον πρόθυμος (εἶναι ψυχρὸς) (νὰ ἐκπληρώσῃ τὸ χρέος του), ἐπειδὴ γνωρίζει, ὅτι θὰ ἀποδώσῃ εὐεργεσίαν, ὅχι διὰ νὰ τοῦ χρεωστῆται εὐγνωμοσύνη ἀλλὰ πρὸς ἐξόφλησιν ὑποχρεώσεως. τοῦ συμφέροντος λογισμῷ = ἀποβλέποντες εἰς τὸ συμφέρον. τῆς ἐλευθερίας τῷ πιστῷ = τὴν πεποίθησιν, τὴν ὁποίαν ἐμπνέει ἡ εὐγένεια τῶν αἰσθημάτων. ἀδεῶς = χωρὶς νὰ φοβούμεθα (ἀγνωμοσύνην ἢ ζημίαν). Παραδείγματα ἀνιδιοτελοῦς συνδρομῆς τῶν ᾽Αθηναίων πρὸς ἄλλους ἀναφέρει ἡ ἱστορία, ὡς τὴν βοήθειαν πρὸς τοὺς ἀποστατήσαντας ἀπὸ τοῦ Δαρείου ῎Ιωνας, τὴν ὑπὸ τὸν Κίμωνα πρὸς τοὺς Σπαρτιάτας βοήθειαν κατὰ τὸν τρίτον Μεσσηνιακὸν πόλεμον. 


41. ξυνελὼν = συντόμως. παίδευσις τῆς ῾Ελλάδος = σχολεῖον, κέντρον πάσης πνευματικῆς μορφώσεως. καθ’ ἕκαστον δοκεῖν ... αὔταρκες παρέχεσθαι = νομίζω, ὅτι εἷς καὶ ὁ αὐτὸς πολίτης ἔχει τὴν ἱκανότητα νὰ διαμορφώσῃ (παρέχεσθαι ἂν) τὸν ἑαυτόν του ἱκανὸν εἰς πλεῖστα καὶ ποικιλώτατα εἴδη ἀσχολιῶν (= ἐπὶ πλεῖστα εἴδη) μὲ ἐξαιρετικὴν ἐπιδεξιότητα καὶ χάριν (= μετὰ χαρίτων μάλιστα ἂν εὐτραπέλως). κόμπος λόγων = κομπορρημοσύνη. ἕργων ἀλήθεια = ζωντανὴ ἀλήθεια. ἡ δύναμις τῆς πόλεως· περὶ τῆς στρατιωτικῆς καὶ οἰκονομικῆς δυνάμεως τῆς πόλεως κατὰ τὴν ἀρχῆν τοῦ πολέμου ἔγινε λόγος ἐν τῇ εἰσαγωγῇ. τρόπων· οὓς προεῖπεν ἐν 37. μόνη τῶν νῦν ἀκοῆς κρείσσων ἐς πεῖραν ἕρχεται = μόνη ἐξ ὅλων τῶν σημερινῶν δοκιμαζομένη ἀποδεικνύεται ἀνωτέρα (τῆς περὶ αὐτῆς ἐπικρατούσης γνώμης). τῷ πολεμίῳ ... ὑφ’ οἵων κακοπαθεῖ = δίδει εἰς τὸν ἐχθρὸν ἀφορμὴν νὰ ἀγανακτῇ, ὀτι ὑπὸ τοιούτον (ἀναξίων ἀντιπάλων) κακοπαθεῖ. κατάμεμψιν = ἀφορμὴν παραπόνων. σημεῖα = μνημεῖα (τὰ ὁποῖα σῳζόμενα μέχρι σήμερον μαρτυροῦν περὶ τῶν ὑπὸ τοῦ Περικλέους λεγομένων). οὐ δὴ = ὄχι δά. τοι = βεβαίως. οὐδὲν προσδεόμενοι ... οὔτε ὅστις ἔπεσι ... ἡ ἀλήθεια βλάψει = χωρὶς ποσῶς νὰ ἔχωμεν ἀνάγκην οὔτε τοῦ ῾Ομήρου ὡς ὑμνητοῦ οὔτε ἄλλου τινός, ὁ ὁποῖος θὰ τέρψῃ μὲν πρὸς στιγμὴν διὰ στίχων, ἀλλ’ ἡ πραγματικὴ ἀλήθεια (ἡ ἐπισκόπησις αὐτῶν τῶν ἔργων τῶν ὑμνουμένων ὑπὸ τοῦ ποιητοῦ) θὰ καταδείξῃ ψευδῆ τὴν περὶ τῶν πραγμάτων ἰδέαν (τὴν ποιητικὴν παράστασιν τῶν πράξεων = τὴν ὑπόνοιαν). ἐσβατὸς = προσιτός. ξυγκατοικίσαντες = ἱδρύσαντες ἐκτὸς τῶν ἀποικιῶν μνημεῖα. κακῶν τε κἀγαθῶν· ἡ παρὰ τὴν Μέμφιν τῆς Αἰγύπτου πανωλεθρία τῶν ᾽Αθηναίων μαρτυρεῖ περὶ τοῦ μεγαλείου τῆς πόλεως ὁμοίως, ὅπως καὶ αἰ περιφανεῖς τοῦ Κίμωνος νῖκαι περὶ τὸν Εὐρυμέδοντα. δικαιῶ = ἀναγνωρίζω ὡς καθῆκον. λειπόμενοι = οἱ ἐπιζῶντες. κάμνω = κοπιάζω. 


42. τῶνδε· δηλ.τῶν πλεονεκτημάτων τῶν ᾽Αθηναίων. ὁμοίως = ἐν τῷ αὐτῷ βαθμῷ. εὐλογία = ἔπαινος, ἐγκώμιον. σημείοις = δι῾ ἁπτῶν ἀποδείξεων. αὐτῆς· δηλ. τῆς εὐλογίας. τὰ μέγιστα = τὰ πλεῖστα καὶ σπουδαιότατα σημεῖα. οὐκ ἄν πολοῖς ... φανείη = δι’ ὀλίγους ῞Ελληνας δύναται νὰ φανῇ (θὰ εὑρεθῇ ) ὁ λόγος ἀνάλογος τῶν ἔργων, ὅπως ὁ διὰ τοὺς προκειμένους νεκροὺς (=ὀλίγοι Ἕλληνες ὑπάρχουν, ὅπως οἱ προκείμενοι, εἰς τοὺς ὁποίους ἁρμόζει τοιοῦτος ἔπαινος). δοκεῖ δέ μοι δηλοῦν ... καταστροφὴ = μοῦ φαίνεται δέ, ὅτι ὁ τῶν προκειμένων νεκρῶν θάνατος, εἴτε οὗτος εἶναι τὸ πρῶτον δεῖγμα τῆς ἀνδρείας (διὰ τοὺς νέους), εἴτε εἶναι ἡ τελευταία ἐπισφράγισις αὐτῆς (διὰ τοὺς πρεσβυτέρους), εἶναι τρανὴ ἀπόδειξις τῆς ἀνδραγαθίας των. καὶ γὰρ τοῖς τἇλλα χείροσι ... προτίθεσθαι = διότι καὶ αὐτοὶ ἀκόμη, οἱ ὁποῖοι εἶναι ἀπὸ πάσης ἄλλης ἀπόψεως φαῦλοι, δίκαιοῦνται νὰ προβάλλουν πρὸς ὑπεράσπισίν των τὰς ἐν τοῖς πολέμοις ὑπὲρ πατρίδος ἀνδραγαθίας των. ἀγαθῷ = διὰ γενναίας, πατριωτικῆς πράξεως. κακὸν = ἠθικὸν σφάλμα. κοινῶς = πρὸς τὸ γενικὸν συμφέρον. ἐκ τῶν ἰδίων = διὰ τῶν ἀμαρτημάτων καὶ παρεκτροπῶν τοῦ ἰδιωτικοῦ των βίου. μαλακίζομαι = ἐπιδεικνύω δειλίαν. τὴν ἔτι = τὴν μακροτέραν. ὡς κἄν ἕτι διαφυγών ... πλουτήσειεν = τι διαφυγὼν τὴν πενίαν ἦτο ἐνδεχόμενον νὰ πλουτήσῃ. τοῦ δεινοῦ = τοῦ κινδύνου. αὐτῶν · δηλ. τῆς ἀπολαύσεως τοῦ πλούτου καὶ τῆς ἐλπίδος νὰ διαφύγουν τὴν πενίαν. λαβόντες = ἑκλαβόντες, κρίναντες. μετ’ αὐτοῦ· δηλ. τοῦ κινδύνου = κινδυνεύοντες. ἐβουλήθησαν μετ’ αὐτοῦ ... τῶν δὲν ἀφίεσθαι = ἀπεφάσισαν ὑπομένοντες τὸν κίνδυνον τοὺς μὲν ἐχθροὺς νὰ τιμωροῦν, τὰ δὲ ἀγαθὰ ἐκεῖνα (τὴν περαιτέρω ἀπόλαυσιν καὶ τὸν πλοῦτον) νὰ ἐπιθυμοῦν (νὰ διατηρήσουν δηλ. τὸν πόθον, διότι ὁ ἀγὼν ἠδύνατο νὰ ἀποβῇ καὶ εὐτυχὴς δι’ αὐτούς). ἐλπίδι τὸ ἀφανὲς τοῦ κατορθώσειν ἐπιτρέψαντες = ἐμπιστευθέντες εἰς τὴν ἐλπίδα τὸ ἄδηλον (τὴν ἀβεβαιότητα) τῆς εὐτυχοῦς ἐκβάσεως. ἔργῳ δὲ περί ... ἀξιοῦντες πεποιθέναι = ἐν τῇ πράξει δὲ θεωροῦντες καθῆκόν των νὰ ἔχουν πεποίθησιν εἰς τὴν προσωπικήν των ἀνδρείαν ὡς πρὸς τὸν πρὸ τῶν ὀφθαλμῶν των ὑπάρχοντα ἤδη κίνδυνον. ἐν αὐτῷ · δηλ. τῷ κινδύνῳ. τὸ αίσχρὸν τοῦ λόγου = τὴν ἐπὶ δειλίᾳ κακὴν φήμην, κατηγορίαν. τὸ ἔργον = τὴν μάχην. καὶ δι’ ἐλαχίστου καιροῦ ... ἀπηλλάγησαν = καὶ ἐν βραχυτάτῃ κρισίμῳ στιγμῇ (τῆς τύχης), ὄτε ἤλπιζον νίκην μᾶλλον παρὰ ἧτταν, ἀπέθανον. 


43. τοὺς δὲ λοιπούς ... διάνοιαν ἔχειν = οἱ δὲ ἐπιζῶντες πρέπει νὰ εὔχεσθε μὲν εἰς τοὺς θεοὺς νὰ σᾶς δίδωσι τύχην ἀκινδυνοτέραν, ἀλλὰ νὰ μὴ θεωρῆτε ἄξιον τοῦ ἑαυτοῦ σας (καταδέχεσθε) νὰ ἔχετε ποσῶς ἀτολμότερον τὸ φρόνημά σας ἀπέναντι τῶν ἐχθρῶν. λόγῳ σκοπεῖν τὴν ὠφελίαν = κρίνειν (ἐξετάζειν) κατὰ τὸν λόγον (τῶν ῥητόρων) τὴν ὠφέλειαν (μὴ περιορισθῆτε νὰ ἀκούετε τὰ καλὰ ἀπὸ τὸν λόγον μου μόνον). ἕργῳ θεώμενοι = παριστάμενοι θεαταὶ ἐμπράκτως (τῆς δυνάμεως τῆς πόλεως, ὅπως παρουσιάζεται αὕτη ἀπὸ τὰ πράγματα). ἐν τοῖς ἕργοις = ἐν ταῖς μάχαις. ὁπότε καὶ πείρᾳ του σφαλεῖεν = εἴ ποτε καὶ πειρώμενοί τινος σφαλείησαν (συνέβη νὰ ἀποτύχωσι). οὐκ οὖν = ὅμως διὰ τοῦτο δέν ... κἀλλιστον ἔρανον τῇ πόλει προϊέμενοι = τὴν καλλίστην συνεισφορὰν προσφέροντες εἰς σωτηρίαν τῆς πατρίδος. ἰδίᾳ = προσωπικῶς. παρὰ τῷ ἐντυχόντι ... καιρῷ = εἰς πᾶσαν ἐκάστοτε παρουσιαζομένην εὐκαιρίαν καὶ λόγου (ὅταν δηλ. εἰς πανηγύρεις ἐκφωνοῦνται λόγοι, θὰ μνημονεύωνται αὐτοὶ) καὶ ἔργου (ὅταν ἐν τῇ μάχῃ θὰ προτρέπουν τοὺς μαχομένους νὰ μιμοῦνται αὐτούς). σημαίνει = σημεῖόν ἐστι, διατηρεῖ τὴν μνήμην των. οἰκείᾳ· δηλ. γῇ. μὴ προσήκουσα = ἡ ξένη. ἅγραφος μνήμη = ἡ ἐν τῇ καρδίᾳ ἐγγεγραμμένη, κατ’ ἀντίθ. πρὸς τό : στηλῶν ἐπιγραφή. ἄγραφος μνήμη ... ἐνδιαιτᾶται = ἡ ἄγραφος ἀνάμνησις τῆς διαθέσεως μᾶλλον (τῶν πεσόντων) (παρὰ τοῦ ἔργου αὐτῶν μικροῦ ἤ μεγάλου) κατοικεῖ μέσα εἰς τὴν καρδίαν ἑνὸς ἑκάστου. καὶ τὸ εὔδαιμον ... κρίναντες = καὶ ἔχοντες τὴν ἰδέαν ὅτι ἡ ἐλευθερία εἶναι ἡ ἀληθὴς εὐδαιμονία, ἡ δὲ εὐψυχία εἶναι ἡ ἐλευθερία = περιορῶμαι· ἐνταῦθα = πτοοῦμαι, ἀποδειλιῶ. κακοπραγῶ = δυστυχῶ. ἀλλ’ οἶς ἡ ἐναντία...κινδυνεύεται = ἀλλ’ ἐκεῖνοι, οἱ ὁποῖοι διατρέχουν τὸν κίνδυνον μεταβολῆς ἐπὶ τὰ χείρω ἐν τῷ μέλλοντι (= ἔτι) βίῳ των. καὶ ἐν οἶς μάλιστα μεγάλα τὰ διαφέροντα · ἐνν. ἔσται = καὶ εἰς τοὺς ὁποίους ἡ διαφορὰ (πρὸς τὴν προτέραν των κατάστασιν) θὰ εἶναι πάρα πολὺ μεγάλη. ἀλγεινοτέρα γάρ... κάκωσις = διότι δι’ ἄνδρα βέβαια εὐγενῆ καὶ ὑπερήφανον (μὲ φιλότιμο) εἶναι πικροτέρα ἡ ταπείνωσις ἡ ἀπορρέουσα ἐκ τῆς δειλίας. ἀναίσθητος = ἀνώδυνος. 


44. τοκεὺς = γονεύς. ἐν πολυτρόποις ξυμφοραῖς ἐπίστανται τραφέντες = γνωρίζουν, ὅτι ἀνετράφησαν ἐν μέσῳ ποικίλων περιπετειῶν. εύπραπεστάτης τελευτῆς = ἐνδοξοτάτου θανάτου. οἷς ἐνευδαιμονῆσαι ... ξυνεμετρήθη = τῶν ὁποίων ὁ βίος ὡρίσθη (ἐδόθη) ἐν συμμέτρῳ ἀναλογίᾳ, ὥστε νὰ περάσουν αὐτὸν ἐν εὐδαιμονίᾳ καὶ νὰ ἀποθάνουν ἐν τῷ αὐτῷ βαθμῷ εὐδαιμονίας (τοὺς ὁποίους συνώδευσεν ἡ αὐτὴ εὐτυχία καὶ εἰς τὴν ζωὴν καὶ εἰς τὸν θάνατον). ὦν· ἀναφ. αἰτιολ. = διότι αὐτῶν. λύπη οὐχ ὧν ... στερίσκηται = λυπεῖταί τις ὅχι δι’ ἀγαθά, τὰ ὁποῖα στερεῖται, χωρὶς νὰ τὰ δοκιμάσῃ. ἐθάς τινος = συνηθισμένος μέ τι. ἰδίᾳ = κατ’ ἰδίαν, ἐν τῇ οἰκογενείᾳ. τῶν οὐκ ὅντων ... ἔσονται = οἱ κατόπιν γεννώμενοι εἴς τινας παῖδες θὰ τοὺς κάμουν νὰ λησμονήσουν τοὺς ἀποθανόντας. ξυνοίσει· ὑποκ. τὸ ἐπιγίγνεσθαι παῖδας. οὐ γὰρ οἶόν τε ἵσον ... κινδυνεύωσι = διότι δὲν εἶναι δυνατὸν νὰ σκέπτωνται περὶ τῶν κοινῶν ὁμοίως ὀρθῶς καὶ δικαίως (ἐν ἰσότητι ὑποχρεώσεων καὶ δικαιοσύνῃ) μὲ τοὺς ἔχοντας τέκνα εἰς τὸν πόλεμον ἐκεῖνοι, οἱ ὁποῖοι μὴ συνεισφέροντες τέκνα (εἰς τὸν πόλεμον) δὲν διατρέχουν κίνδυνον νὰ τὰ χάσουν. παρηβῶ = γίνομαι παρῆλιξ. τόνδε· ἐνν. τὸν ὑπόλοιπον βίον, κουφίζομαι = παρηγοροῦμαι. τὸ φιλότιμον ἀγήρων μόνον = ἡ φιλοτιμία (φιλοδοξία) μόνον δὲν γηράσκει. οὐ τὸ κερδαίνειν μᾶλλον τέρπει, ἀλλὰ τὸ τιμᾶσθαι = δὲν εὐχαριστεῖ τόσον τὸ κέρδος, ὅσον ἡ δόξα. ἀχρεῖος = ἄχρηστος. 


45. μέγαν = δυσχερῆ. καὶ μόλις ἄν καθ’ ὑπερβολὴν ἀρετῆς (= καὶ εἰ ὑπερβάλοιτε ἀρετῇ) οὐχ ὁμοῖοι, ἀλλ’ ὀλίγῳ χείρους κριθεῖτε = καὶ ἄν ἠθέλετε ἐπιδείξει ὅλως ἐξαίρετον ἀνδρείαν, καί τότε μόλις θὰ κατωρθώνετε νὰ κριθῆτε ὄχι βέβαια ὅμοιοι, ἄλλὰ ὡς κατά τι κατώτεροι αὐτῶν. φθόνος τοῖς ζῶσι ... τετίμηται = διότι μεταξὺ τῶν ζώντων ὑπάρχει φθόνος πρὸς τοὺς ἀνταγωνιστάς. οἱ δὲ νεκροὶ (= τὸ μὴ ἐμποδὼν) τιμῶνται μὲ εὔνοιαν ἀδιαφιλονίκητον. τῆς τε γὰρ ὑπαρχούσης φύσεως ... κλέος ᾗ = μεγάλη τιμὴ θὰ εἶναι εἰς σᾶς, ἄν δὲν φανῆτε κατώτεραι τῆς ἰδίας σας φύσεως (τοῦ προορισμοῦ σας, ἄν ἀσχολῆσθε δηλ. ἀθορύβως εἰς τὰ οἰκιακὰ) καὶ μάλιστα εἰς ἐκείνην, περὶ τῆς ὁποίας ἐλάχιστα γίνεται λόγος μεταξὺ τῶν ἀνδρῶν (ἐν τῇ ἀγορᾷ) εἴτε διὰ τὸ καλὸν εἴτε διὰ τὸ κακόν. 


46. πρόσφορα = ἐπίκαιρα. οἱ θαπτόμενοι κεκόσμηνται · δηλ. τῇ συμπαθείᾳ τῶν πολιτῶν καὶ τῇ προνοίᾳ τῆς πόλεως. ὠφέλιμον στέφανον ... προτιθεῖσα = ὠφέλιμον (οὐ μόνον εὐπρεπῆ, ὅπως ἦτο εἰς τοὺς κυρίως ἀγῶνας) ἀμοιβὴν τῶν τοιούτων ἀγώνων (ὑπὲρ πατρίδος) προβάλλουσα εἰς τοὺς προκειμένους νεκροὺς καὶ τοὺς ἐπιζῶντας. ἆθλα γάρ ... πολιτεύουσι = διότι, ὅπου προβάλλονται μέγιστα βραβεῖα τῆς ἀρετῆς, ἐκεῖ πολιτεύονται ἄριστοι ἄνδρες. ἀπολοφυράμενοι = ἀφοῦ ἀρκετὰ ἐκλαύσατε. ὅν προσήκει = τὸν προσήκοντα, τὸν ἱδικόν του.


DMCA.com Protection Status


author image

About the Author

This article is written by: Φιλόλογος Ερμής - He has already written over 2.200 articles for Φιλόλογος Ερμής. He has Graduate Diploma in Classical Philology, Postgraduate Diploma in Applied Pedagogic, and is Candidate Doctor(Dph) of Classical Philology. Stay touch with him or email him