Οι ύμνοι του Ρωμανού του Μελωδού (ΜΕΡΟΣ Β’)- Τη Κυριακή των Βαίων


επιμελεία του
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-φιλολόγου-





Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος,
Χριστὲ ὁ Θεὸς ἡμῶν,
τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν
τῇ Ἀναστάσει σου,
καὶ ἀνυμνοῦντες κράζομεν· 
Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, 
εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

Ο ύμνος ούτος του Ρωμανού πρέπει να εξετασθή εις το πραγματικόν του πλαίσιον. Να τοποθετηθή δηλαδή εις εποχήν κατά την οποίαν πολλαί ομιλίαι πατέρων είχαν διασαφήσει το γεγονός της θριαμβευτικής εισόδου, είχαν συνανευφημήσει μετά των παίδων το ωσαννά, είχαν συνεορτάσει μετά των χριστιανών της Ιερουσαλήμ την αναπαράστασιν του γεγονότος, καθ’ άς έχομεν σαφείς ιστορικάς μαρτυρίας. 


Νηπίων ἐξ ἀκάκων Χριστέ, τῷ πώλῳ καθεζόμενος, κατεδέξω, ἐπινίκιον ᾠδήν, ἐρχόμενος πρὸς Πάθος, ὁ τρισαγίῳ Ὕμνῳ, ὑπὸ Ἀγγέλων ἀνυμνούμενος.
Ἰδοὺ ὁ Βασιλεύς σου Σιών, πραῢς καὶ σῴζων ἔρχεται, ἐπὶ πώλου, τοὺς ἐχθροὺς ἐπιζητῶν, πατάξαι ἐν ἰσχύϊ, χαῖρε καὶ κατατέρπου, μετὰ Βαΐων ἑορτάζουσα.
Κροτήσωμεν συμφώνως πιστοί, τοὺς κλάδους ἀρετῶν καὶ ἡμεῖς, ὡς οἱ Παῖδες, νῦν προσφέροντες Χριστῷ, καὶ τούτῳ θείων ἔργων, ἁπλώσωμεν τοὺς πέπλους, καὶ μυστικῶς τοῦτον δεξώμεθα.
Βαΐα ἀρετῶν ἀδελφοί, προσάξωμεν Χριστῷ τῷ Θεῷ, ἐρχομένῳ δι' ἡμᾶς ἀνθρωπικῶς, παθεῖν ἐθελουσίως, Θεότητος ἰσχύϊ, πᾶσιν ἀπάθειαν δωρήσασθαι.

Αυτού του γεγονότος ανάμνησιν ποιείται και ο Ρωμανός επιτιθέμενος μετ’ ασυνήθους σφοδρότητος κατά των Ιουδαίων δήθεν αγνοούντων ποίος ο Σωτήρ:

«τις έστιν ούτος; Έλεγον οι γνώμη αγνοούντες σε.
Φησί γαρ ουκ ήδεισαν,
Τις ήν ο υιός Δαβίδ ο ρυσάμενος αυτούς εκ της φθοράς.
Ακμήν λύουσι Λάζαρον και ουκ οίδαν τις ήγειρεν.
Ακμήν δε πάσχουσι τους ώμους οι τότε
Βαστάσαντες χήρας υιόν,
Και δήθεν ηγνόουν, τις εστίν ο αρπάσας αυτόν θανάτου

Και συνεχίζει ο Ρωμανός υπομιμνήσκων τας ευεργεσίας του Ιησού και επισημαίνει:

Οίδαν αλλ’ ού θέλουσιν ειπείν
«ευλογημένος εί ο ερχόμενος, τον Αδάμ ανακαλέσασθαι»

Όπερ αποτελεί και το εφύμνιον του ύμνου.

Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ ἑκουσίου Πάθους σου, 
εἰς πίστωσιν πάντων, προενδειξάμενος, 
Χριστὲ ὁ Θεός, τὸν μὲν Λάζαρον ἐν Βηθανίᾳ, 
τῇ κραταιᾷ δυνάμει σου,
τετραήμερον νεκρὸν ἀνέστησας, 
καὶ τυφλοῖς δὲ τὸ βλέπειν, 
ὡς φωτοδότης ἐδωρήσω Σωτήρ, 
καὶ εἰς τὴν πόλιν τὴν ἁγίαν, 
μετὰ τῶν σῶν Μαθητῶν εἰσῆλθες,
καθήμενος ἐπὶ πώλου ὄνου, 
τὰ τῶν Προφητῶν ἐκπληρῶν κηρύγματα,
ὡς ἐπὶ τῶν Χερουβὶμ ἐποχούμενος, 
καὶ παῖδες Ἑβραίων μετὰ κλάδων καὶ βαΐων προϋπήντουν σοι. 
Διὸ καὶ ἡμεῖς, κλάδους ἐλαιῶν βαστάζοντες καὶ βαΐα, 
εὐχαρίστως σοι βοῶμεν· 
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.



DMCA.com Protection Status


author image

About the Author

This article is written by: Φιλόλογος Ερμής - He has already written over 2.200 articles for Φιλόλογος Ερμής. He has Graduate Diploma in Classical Philology, Postgraduate Diploma in Applied Pedagogic, and is Candidate Doctor(Dph) of Classical Philology. Stay touch with him or email him